1 Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν | 1 Love righteousness, ye that be judges of the earth: think of the Lord with a good (heart,) and in simplicity of heart seek him. |
2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ | 2 For he will be found of them that tempt him not; and sheweth himself unto such as do not distrust him. |
3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας | 3 For froward thoughts separate from God: and his power, when it is tried, reproveth the unwise. |
4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας | 4 For into a malicious soul wisdom shall not enter; nor dwell in the body that is subject unto sin. |
5 ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας | 5 For the holy spirit of discipline will flee deceit, and remove from thoughts that are without understanding, and will not abide when unrighteousness cometh in. |
6 φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής | 6 For wisdom is a loving spirit; and will not acquit a blasphemer of his words: for God is witness of his reins, and a true beholder of his heart, and a hearer of his tongue. |
7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς | 7 For the Spirit of the Lord filleth the world: and that which containeth all things hath knowledge of the voice. |
8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη | 8 Therefore he that speaketh unrighteous things cannot be hid: neither shall vengeance, when it punisheth, pass by him. |
9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ | 9 For inquisition shall be made into the counsels of the ungodly: and the sound of his words shall come unto the Lord for the manifestation of his wicked deeds. |
10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται | 10 For the ear of jealousy heareth all things: and the noise of murmurings is not hid. |
11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν | 11 Therefore beware of murmuring, which is unprofitable; and refrain your tongue from backbiting: for there is no word so secret, that shall go for nought: and the mouth that belieth slayeth the soul. |
12 μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν | 12 Seek not death in the error of your life: and pull not upon yourselves destruction with the works of your hands. |
13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων | 13 For God made not death: neither hath he pleasure in the destruction of the living. |
14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς | 14 For he created all things, that they might have their being: and the generations of the world were healthful; and there is no poison of destruction in them, nor the kingdom of death upon the earth: |
15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν 16ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι | 15 (For righteousness is immortal:) |
| 16 But ungodly men with their works and words called it to them: for when they thought to have it their friend, they consumed to nought, and made a covenant with it, because they are worthy to take part with it. |