1 Παυλος, δεσμιος του Ιησου Χριστου, και Τιμοθεος ο αδελφος, προς Φιλημονα τον αγαπητον και συνεργον ημων | 1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν |
2 και την Απφιαν την αγαπητην και Αρχιππον τον συστρατιωτην ημων και την κατ' οικον σου εκκλησιαν? | 2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ, |
3 χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου. | 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
4 Ευχαριστω τον Θεον μου και μνημονευω σε παντοτε εν ταις προσευχαις μου, | 4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, |
5 ακουων την αγαπην σου και την πιστιν, την οποιαν εχεις προς τον Κυριον Ιησουν και εις παντας τους αγιους, | 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, |
6 δια να γεινη η κοινωνια της πιστεως σου ενεργος δια της φανερωσεως παντος καλου του εν υμιν εις Χριστον Ιησουν. | 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν. |
7 Διοτι χαραν πολλην εχομεν και παρηγοριαν δια την αγαπην σου, επειδη τα σπλαγχνα των αγιων ανεπαυθησαν δια σου, αδελφε. | 7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. |
8 Οθεν, αν και εχω εν Χριστω πολλην παρρησιαν να επιταττω εις σε το πρεπον, | 8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον |
9 ομως δια την αγαπην μαλλον σε παρακαλω, τοιουτος ων ως Παυλος ο γερων, τωρα δε και δεσμιος του Ιησου Χριστου, | 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ· |
10 σε παρακαλω υπερ του τεκνου μου, τον οποιον εγεννησα εν τοις δεσμοις μου, υπερ του Ονησιμου, | 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον, |
11 οστις ητο ποτε αχρηστος εις σε, τωρα δε εις σε και εις εμε ειναι χρησιμος, | 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὔχρηστον, |
12 τον οποιον πεμπω οπισω. Συ δε αυτον, τουτεστι τα σπλαγχνα μου, δεχθητι? | 12 ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα· |
13 τον οποιον εγω ηθελον να κρατω πλησιον μου, δια να με υπηρετη αντι σου εν τοις δεσμοις του ευαγγελιου? | 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, |
14 χωρις ομως της γνωμης σου δεν ηθελησα να καμω ουδεν, δια να μη ηναι το αγαθον σου ως κατ' αναγκην, αλλ' εκουσιως. | 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. |
15 Διοτι ισως δια τουτο εχωρισθη προς ωραν, δια να απολαβης αυτον διαπαντος, | 15 Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, |
16 ουχι πλεον ως δουλον, αλλ' υπερ δουλον, αδελφον αγαπητον, μαλιστα εις εμε, ποσω δε μαλλον εις σε και κατα σαρκα και εν Κυριω. | 16 οὐκέτι ὡς δοῦλον ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. |
17 Εαν λοιπον εχης εμε κοινωνον, δεχθητι αυτον ως εμε. | 17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. |
18 Και εαν σε ηδικησεν εις τι η χρεωστη, λογαριαζε τουτο εις εμε? | 18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα. |
19 εγω ο Παυλος εγραψα με την χειρα μου, εγω θελω πληρωσει? δια να μη σοι λεγω οτι και σεαυτον ετι μοι χρεωστεις. | 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. |
20 Ναι, αδελφε, ειθε να λαβω εγω ταυτην την χαριν παρα σου εν Κυριω? αναπαυσον μου τα σπλαγχνα εν Κυριω. | 20 ναὶ ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. |
21 Πεποιθως εις την υπακοην σου εγραψα προς σε, εξευρων οτι και πλειοτερον αφ' ο, τι λεγω θελεις καμει. | 21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. |
22 Ενταυτω δε ετοιμαζε μοι και καταλυμα? επειδη ελπιζω οτι δια των προσευχων σας θελω χαρισθη εις εσας. | 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. |
23 Ασπαζονται σε Επαφρας ο συναιχμαλωτος μου εν Χριστω Ιησου, | 23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, |
24 Μαρκος, Αρισταρχος, Δημας, Λουκας, οι συνεργοι μου. | 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. |
25 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μετα του πνευματος υμων. Αμην. | 25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. |