Scrutatio

Giovedi, 23 maggio 2024 - San Giovanni Battista de Rossi ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 4


font
GREEK BIBLELXX
1 Διαμαρτυρομαι λοιπον εγω ενωπιον του Θεου και του Κυριου Ιησου Χριστου, οστις μελλει να κρινη ζωντας και νεκρους εν τη επιφανεια αυτου και τη βασιλεια αυτου,1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
2 κηρυξον τον λογον, επιμενε εγκαιρως ακαιρως, ελεγξον, επιπληξον, προτρεψον, μετα πασης μακροθυμιας και διδαχης.2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
3 Διοτι θελει ελθει καιρος οτε δεν θελουσιν υποφερει την υγιαινουσαν διδασκαλιαν, αλλα θελουσιν επισωρευσει εις εαυτους διδασκαλους κατα τας ιδιας αυτων επιθυμιας, γαργαλιζομενοι την ακοην,3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν
4 και απο μεν της αληθειας θελουσιν αποστρεψει την ακοην αυτων, εις δε τους μυθους θελουσιν εκτραπη.4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
5 Συ δε αγρυπνει εις παντα, κακοπαθησον, εργασθητι εργον ευαγγελιστου, την διακονιαν σου καμε πληρη.5 Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 Διοτι εγω γινομαι ηδη σπονδη και ο καιρος της αναχωρησεως μου εφθασε.6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
7 Τον αγωνα τον καλον ηγωνισθην, τον δρομον ετελειωσα, την πιστιν διετηρησα?7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
8 του λοιπου μενει εις εμε ο της δικαιοσυνης στεφανος, τον οποιον ο Κυριος θελει μοι αποδωσει εν εκεινη τη ημερα, ο δικαιος κριτης, και ου μονον εις εμε, αλλα και εις παντας οσοι επιποθουσι την επιφανειαν αυτου.8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
9 Σπουδασον να ελθης προς εμε ταχεως?9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·
10 διοτι ο Δημας με εγκατελιπεν, αγαπησας τον παροντα κοσμον, και απηλθεν εις θεσσαλονικην, ο Κρησκης εις Γαλατιαν, ο Τιτος εις Δαλματιαν?10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
11 ο Λουκας ειναι μονος μετ' εμου. Τον Μαρκον παραλαβων φερε μετα σου? διοτι μοι ειναι χρησιμος εις την διακονιαν.11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
12 Τον δε Τυχικον απεστειλα εις Εφεσον.12 Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 Τον φελονην, τον οποιον αφηκα εν Τρωαδι παρα τω Καρπω, ερχομενος φερε, και τα βιβλια, μαλιστα τας μεμβρανας.13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας.
14 Ο Αλεξανδρος ο χαλκευς πολλα κακα μοι εκαμεν? ο Κυριος να αποδωση εις αυτον κατα τα εργα αυτου?14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
15 τον οποιον και συ φυλαττου? διοτι πολυ ανθισταται εις τους λογους ημων.15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
16 Εν τη πρωτη απολογια μου δεν με παρεσταθη ουδεις, αλλα παντες με εγκατελιπον? ειθε να μη λογαριασθη εις αυτους?16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
17 αλλ' ο Κυριος με παρεσταθη και με ενεδυναμωσε, δια να πληρωθη δι' εμου το κηρυγμα και να ακουσωσι παντα τα εθνη? και ηλευθερωθην εκ του στοματος του λεοντος.17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
18 Και θελει με ελευθερωσει ο Κυριος απο παντος εργου πονηρου και θελει με διασωσει δια την επουρανιον βασιλειαν αυτου? εις τον οποιον εστω η δοξα εις τους αιωνας των αιωνων? αμην.18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19 Ασπασθητι την Πρισκαν και τον Ακυλαν και τον οικον του Ονησιφορου.19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
20 Ο Εραστος εμεινεν εν Κορινθω, τον δε Τροφιμον αφηκα εν Μιλητω ασθενη.20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
21 Σπουδασον να ελθης προ του χειμωνος. Ασπαζεται σε ο Ευβουλος και Πουδης και Λινος και η Κλαυδια και οι αδελφοι παντες.21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ο Κυριος Ιησους Χριστος ειη μετα του πνευματος σου. Η χαρις μεθ' υμων? αμην.22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν.