Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Seconda lettera ai Tessalonicesi - 2 Thessalonians 1


font
GREEK BIBLELXX
1 Παυλος και Σιλουανος και Τιμοθεος προς την εκκλησιαν των Θεσσαλονικεων εν Θεω τω Πατρι ημων και Κυριω Ιησου Χριστω?1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,
2 χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Οφειλομεν να ευχαριστωμεν παντοτε τον Θεον δια σας, αδελφοι, καθως ειναι αξιον, διοτι υπεραυξανει η πιστις σας και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους,3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
4 ωστε ημεις αυτοι καυχωμεθα δια σας εν ταις εκκλησιαις του Θεου δια την υπομονην σας και πιστιν εν πασι τοις διωγμοις υμων και ταις θλιψεσι, τας οποιας υποφερετε,4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5 το οποιον ειναι ενδειξις της δικαιας κρισεως του Θεου, δια να αξιωθητε της βασιλειας του Θεου, υπερ της οποιας και πασχετε,5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
6 επειδη ειναι δικαιον ενωπιον του Θεου να ανταποδωση θλιψιν εις τους οσοι σας θλιβουσιν,6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
7 εις εσας δε τους θλιβομενους ανεσιν μεθ' ημων, οταν ο Κυριος Ιησους αποκαλυφθη απ' ουρανου μετα των αγγελων της δυναμεως αυτου7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ
8 εν πυρι φλογος, καμνων εκδικησιν εις τους μη γνωριζοντας Θεον και εις τους μη υπακουοντας εις το ευαγγελιον του Κυριου ημων Ιησου Χριστου,8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
9 οιτινες θελουσι τιμωρηθη με ολεθρον αιωνιον απο προσωπου του Κυριου και απο της δοξης της δυναμεως αυτου,9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
10 οταν ελθη να ενδοξασθη εν τοις αγιοις αυτου, και να θαυμασθη εν πασι τοις πιστευουσιν, επειδη σεις επιστευσατε εις την μαρτυριαν ημων, εν τη ημερα εκεινη.10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11 Δια το οποιον και προσευχομεθα παντοτε δια σας, δια να σας καταστηση ο Θεος ημων αξιους της κλησεως αυτου, και να εκπληρωση πασαν ευδοκιαν αγαθωσυνης και το εργον της πιστεως εν δυναμει,11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
12 δια να ενδοξασθη το ονομα του Κυριου ημων Ιησου Χριστου εν υμιν, και υμεις εν αυτω, κατα την χαριν του Θεου ημων και Κυριου Ιησου Χριστου.12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.