Vangelo secondo Giovanni - John 12
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | LXX |
---|---|
1 Ο Ιησους λοιπον προ εξ ημερων του πασχα ηλθεν εις Βηθανιαν, οπου ητο ο Λαζαρος ο αποθανων, τον οποιον ανεστησεν εκ νεκρων. | 1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. |
2 Και εκαμαν εις αυτον δειπνον εκει, και η Μαρθα υπηρετει? ο δε Λαζαρος ητο εις εκ των συγκαθημενων μετ' αυτου. | 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. |
3 Τοτε η Μαρια, λαβουσα μιαν λιτραν μυρου ναρδου καθαρας πολυτιμου, ηλειψε τους ποδας του Ιησου και με τας τριχας αυτης εσπογγισε τους ποδας αυτου? η δε οικια επλησθη εκ της οσμης του μυρου. | 3 Ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. |
4 Λεγει λοιπον εις εκ των μαθητων αυτου, ο Ιουδας Σιμωνος ο Ισκαριωτης, οστις εμελλε να παραδωση αυτον? | 4 Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι· |
5 Δια τι τουτο το μυρον δεν επωληθη τριακοσια δηναρια και εδοθη εις τους πτωχους; | 5 διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; |
6 Ειπε δε τουτο ουχι διοτι εμελεν αυτον περι των πτωχων, αλλα διοτι ητο κλεπτης και ειχε το γλωσσοκομον και εβασταζε τα βαλλομενα εις αυτο. | 6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. |
7 Ειπε λοιπον ο Ιησους? Αφες αυτην, εις την ημεραν του ενταφιασμου μου εφυλαξεν αυτο. | 7 εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· |
8 Διοτι τους πτωχους παντοτε εχετε μεθ' εαυτων, εμε ομως παντοτε δεν εχετε. | 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. |
9 Εμαθε δε οχλος πολυς εκ των Ιουδαιων οτι ειναι εκει, και ηλθον ουχι δια τον Ιησουν μονον, αλλα δια να ιδωσι και τον Λαζαρον, τον οποιον ανεστησεν εκ νεκρων. | 9 Ἔγνω οὖν [ὁ] ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. |
10 Συνεβουλευθησαν δε οι αρχιερεις, δια να θανατωσωσι και τον Λαζαρον, | 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, |
11 διοτι πολλοι εκ των Ιουδαιων δι' αυτον υπηγαινον και επιστευον εις τον Ιησουν. | 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. |
12 Τη επαυριον οχλος πολυς ο ελθων εις την εορτην, ακουσαντες οτι ερχεται ο Ιησους εις Ιεροσολυμα, | 12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα |
13 ελαβον τα βαια των φοινικων και εξηλθον εις υπαντησιν αυτου και εκραζον? Ωσαννα, ευλογημενος ο ερχομενος εν ονοματι Κυριου, ο βασιλευς του Ισραηλ. | 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον· ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [καὶ] ὁ βασιλεὺς τοῦ Ἰσραήλ. |
14 Ευρων δε ο Ιησους οναριον, εκαθησεν επ' αυτο, καθως ειναι γεγραμμενον? | 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον· |
15 Μη φοβου, θυγατερ Σιων? ιδου, ο βασιλευς σου ερχεται καθημενος επι πωλου ονου. | 15 μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. |
16 Ταυτα ομως δεν ενοησαν οι μαθηται αυτου κατ' αρχας, αλλ' οτε εδοξασθη ο Ιησους, τοτε ενεθυμηθησαν οτι ταυτα ησαν γεγραμμενα δι ' αυτον, και ταυτα εκαμον εις αυτον. | 16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. |
17 Εμαρτυρει λοιπον ο οχλος, ο ων μετ' αυτου οτε εφωναξε τον Λαζαρον εκ του μνημειου και ανεστησεν αυτον εκ νεκρων. | 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. |
18 Δια τουτο και υπηντησεν αυτον ο οχλος, διοτι ηκουσεν οτι εκαμε το θαυμα τουτο. | 18 διὰ τοῦτο [καὶ] ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. |
19 Οι Φαρισαιοι λοιπον ειπον προς αλληλους? Βλεπετε οτι δεν ωφελειτε ουδεν; ιδου, ο κοσμος οπισω αυτου υπηγεν. | 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. |
20 Ησαν δε τινες Ελληνες μεταξυ των αναβαινοντων δια να προσκυνησωσιν εν τη εορτη. | 20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· |
21 Ουτοι λοιπον ηλθον προς τον Φιλιππον τον απο Βηθσαιδα της Γαλιλαιας, και παρεκαλουν αυτον, λεγοντες? Κυριε, θελομεν να ιδωμεν τον Ιησουν. | 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. |
22 Ερχεται ο Φιλιππος και λεγει προς τον Ανδρεαν, και παλιν ο Ανδρεας και ο Φιλιππος λεγουσι προς τον Ιησουν. | 22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. |
23 Ο δε Ιησους απεκριθη προς αυτους λεγων? Ηλθεν η ωρα δια να δοξασθη ο Υιος του ανθρωπου. | 23 Ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. |
24 Αληθως, αληθως σας λεγω, Εαν ο κοκκος του σιτου δεν πεση εις την γην και αποθανη, αυτος μονος μενει? εαν ομως αποθανη, πολυν καρπον φερει. | 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. |
25 Οστις αγαπα την ψυχην αυτου, θελει απολεση αυτην, και οστις μισει την ψυχην αυτου εν τω κοσμω τουτω, εις ζωην αιωνιον θελει φυλαξει αυτην. | 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. |
26 Εαν εμε υπηρετη τις, εμε ας ακολουθη, και οπου ειμαι εγω, εκει θελει εισθαι και ο υπηρετης ο εμος? και εαν τις εμε υπηρετη, θελει τιμησει αυτον ο Πατηρ. | 26 ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ. |
27 Τωρα η ψυχη μου ειναι τεταραγμενη? και τι να ειπω; Πατερ, σωσον με εκ της ωρας ταυτης. Αλλα δια τουτο ηλθον εις την ωραν ταυτην. | 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. |
28 Πατερ, δοξασον σου το ονομα. Ηλθε λοιπον φωνη εκ του ουρανου? Και εδοξασα και παλιν θελω δοξασει. | 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. |
29 Ο οχλος λοιπον ο παρεστως και ακουσας ελεγεν οτι εγεινε βροντη? αλλοι ελεγον? Αγγελος ελαλησε προς αυτον. | 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι, ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. |
30 Απεκριθη ο Ιησους και ειπεν? Η φωνη αυτη δεν εγεινε δι' εμε, αλλα δια σας. | 30 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. |
31 Τωρα ειναι κρισις του κοσμου τουτου, τωρα ο αρχων του κοσμου τουτου θελει εκβληθη εξω. | 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· |
32 Και εγω εαν υψωθω εκ της γης, θελω ελκυσει παντας προς εμαυτον. | 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. |
33 Τουτο δε ελεγε, δεικνυων με ποιον θανατον εμελλε να αποθανη. | 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. |
34 Απεκριθη προς αυτον ο οχλος? ημεις ηκουσαμεν εκ του νομου Οτι ο Χριστος μενει εις τον αιωνα, και πως συ λεγεις Οτι πρεπει να υψωθη ο Υιος του ανθρωπου; τις ειναι ουτος ο Υιος του ανθρωπου; | 34 Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; |
35 Ειπε λοιπον προς αυτους ο Ιησους? Ετι ολιγον καιρον το φως ειναι μεθ' υμων? περιπατειτε ενοσω εχετε το φως, δια να μη σας καταφθαση το σκοτος? και οστις περιπατει εν τω σκοτει δεν εξευρει που υπαγει. | 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. |
36 Ενοσω εχετε το φως, πιστευετε εις το φως, δια να γεινητε υιοι του φωτος. Ταυτα ελαλησεν ο Ιησους, και απελθων εκρυφθη απ' αυτων. | 36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. |
37 Αλλ' ενω εκαμε τοσα θαυματα εμπροσθεν αυτων, δεν επιστευον εις αυτον? | 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, |
38 δια να πληρωθη ο λογος του προφητου Ησαιου, τον οποιον ειπε? Κυριε, τις επιστευσεν εις το κηρυγμα ημων; και ο βραχιων του Κυριου εις τινα απεκαλυφθη; | 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; |
39 Δια τουτο δεν ηδυναντο να πιστευωσι διοτι παλιν ειπεν ο Ησαιας? | 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας· |
40 Ετυφλωσε τους οφθαλμους αυτων και εσκληρυνε την καρδιαν αυτων, δια να μη ιδωσι με τους οφθαλμους και νοησωσι με την καρδιαν και επιστρεψωσι, και ιατρευσω αυτους. | 40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς. |
41 Ταυτα ειπεν ο Ησαιας, οτε ειδε την δοξαν αυτου και ελαλησε περι αυτου. | 41 ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. |
42 Αλλ' ομως και εκ των αρχοντων πολλοι επιστευσαν εις αυτον, πλην δια τους Φαρισαιους δεν ωμολογουν, δια να μη γεινωσιν αποσυναγωγοι. | 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· |
43 Διοτι ηγαπησαν την δοξαν των ανθρωπων μαλλον παρα την δοξαν του Θεου. | 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ. |
44 Ο δε Ιησους εκραξε και ειπεν? Ο πιστευων εις εμε δεν πιστευει εις εμε, αλλ' εις τον πεμψαντα με, | 44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ’ εἰς τὸν πέμψαντά με, |
45 και ο θεωρων εμε θεωρει τον πεμψαντα με. | 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. |
46 Εγω ηλθον φως εις τον κοσμον, δια να μη μεινη εν τω σκοτει πας ο πιστευων εις εμε. | 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. |
47 Και εαν τις ακουση τους λογους μου και δεν πιστευση, εγω δεν κρινω αυτον? διοτι δεν ηλθον δια να κρινω τον κοσμον, αλλα δια να σωσω τον κοσμον. | 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. |
48 Ο αθετων εμε και μη δεχομενος τους λογους μου, εχει τον κρινοντα αυτον? ο λογος, τον οποιον ελαλησα, εκεινος θελει κρινει αυτον εν τη εσχατη ημερα? | 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. |
49 διοτι εγω απ' εμαυτου δεν ελαλησα, αλλ' ο πεμψας με Πατηρ αυτος μοι εδωκεν εντολην τι να ειπω και τι να λαλησω? | 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω. |
50 και εξευρω οτι η εντολη αυτου ειναι ζωη αιωνιος. Οσα λοιπον λαλω εγω, καθως μοι ειπεν ο Πατηρ, ουτω λαλω. | 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ. |