1 Επλησιαζον δε εις αυτον παντες οι τελωναι και οι αμαρτωλοι, δια να ακουωσιν αυτον. | 1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. |
2 Και διεγογγυζον οι Φαρισαιοι και οι γραμματεις, λεγοντες οτι ουτος αμαρτωλους δεχεται και συντρωγει μετ' αυτων. | 2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. |
3 Ειπε δε προς αυτους την παραβολην ταυτην, λεγων? | 3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· |
4 Τις ανθρωπος εξ υμων εαν εχη εκατον προβατα και χαση εν εξ αυτων, δεν αφινει τα ενενηκοντα εννεα εν τη ερημω και υπαγει ζητων το απολωλος, εωσου ευρη αυτο; | 4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; |
5 Και ευρων αυτο, βαλλει επι τους ωμους αυτου χαιρων. | 5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων |
6 Και ελθων εις τον οικον, συγκαλει τους φιλους και τους γειτονας, λεγων προς αυτους? Συγχαρητε μοι, διοτι ευρον το προβατον μου το απολωλος. | 6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. |
7 Σας λεγω οτι ουτω θελει εισθαι χαρα εν τω ουρανω δια ενα αμαρτωλον μετανοουντα μαλλον παρα δια ενενηκοντα εννεα δικαιους, οιτινες δεν εχουσι χρειαν μετανοιας. | 7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. |
8 Η τις γυνη εχουσα δεκα δραχμας, εαν χαση δραχμην μιαν, δεν αναπτει λυχνον και σαρονει την οικιαν και ζητει επιμελως, εως οτου ευρη αυτην; | 8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ; |
9 και αφου ευρη, συγκαλει τας φιλας και τας γειτονας, λεγουσα? Συγχαρητε μοι, διοτι ευρον την δραχμην την οποιαν εχασα. | 9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. |
10 Ουτω, σας λεγω, χαρα γινεται ενωπιον των αγγελων του Θεου δια ενα αμαρτωλον μετανοουντα. | 10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. |
11 Ειπε δε? Ανθρωπος τις ειχε δυο υιους. | 11 Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς. |
12 Και ειπεν ο νεωτερος αυτων προς τον πατερα? Πατερ, δος μοι το ανηκον μερος της περιουσιας. Και διεμοιρασεν εις αυτους τα υπαρχοντα αυτου. | 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. |
13 Και μετ' ολιγας ημερας συναξας παντα ο νεωτερος υιος, απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισε την περιουσιαν αυτου ζων ασωτως. | 13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακρὰν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. |
14 Αφου δε εδαπανησε παντα, εγεινε πεινα μεγαλη εν τη χωρα εκεινη, και αυτος ηρχισε να στερηται. | 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. |
15 Τοτε υπηγε και προσεκολληθη εις ενα των πολιτων της χωρας εκεινης, οστις επεμψεν αυτον εις τους αγρους αυτου δια να βοσκη χοιρους. | 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους, |
16 Και επεθυμει να γεμιση την κοιλιαν αυτου απο των ξυλοκερατων, τα οποια ετρωγον οι χοιροι, και ουδεις εδιδεν εις αυτον. | 16 καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. |
17 Ελθων δε εις εαυτον, ειπε? Ποσοι μισθωτοι του πατρος μου περισσευουσιν αρτον, και εγω χανομαι υπο της πεινης. | 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. |
18 Σηκωθεις θελω υπαγει προς τον πατερα μου και θελω ειπει προς αυτον? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου? | 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, |
19 και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου? καμε με ως ενα των μισθωτων σου. | 19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. |
20 Και σηκωθεις ηλθε προς τον πατερα αυτου. Ενω, δε απειχεν ετι μακραν, ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη, και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον. | 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. |
21 ειπε δε προς αυτον ο υιος? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου. | 21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. |
22 Και ο πατηρ ειπε προς τους δουλους αυτου? Φερετε εξω την στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιδιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας, | 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, |
23 και φεροντες τον μοσχον τον σιτευτον σφαξατε, και φαγοντες ας ευφρανθωμεν, | 23 καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, |
24 διοτι ουτος ο υιος μου νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη. Και ηρχισαν να ευφραινωνται. | 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. |
25 Ητο δε ο πρεσβυτερος αυτου υιος εν τω αγρω? και καθως ερχομενος επλησιασεν εις την οικιαν, ηκουσε συμφωνιαν και χορους, | 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, |
26 και προσκαλεσας ενα των δουλων, ηρωτα τι ειναι ταυτα. | 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα. |
27 Ο δε ειπε προς αυτον οτι ο αδελφος σου ηλθε? και εσφαξεν ο πατηρ σου τον μοσχον τον σιτευτον, διοτι απηλαυσεν αυτον υγιαινοντα. | 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. |
28 Και ωργισθη και δεν ηθελε να εισελθη. Εξηλθε λοιπον ο πατηρ αυτου και παρεκαλει αυτον. | 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν, ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. |
29 Ο δε αποκριθεις ειπε προς τον πατερα? Ιδου, τοσα ετη σε δουλευω, και ποτε εντολην σου δεν παρεβην, και εις εμε ουδε εριφιον εδωκας ποτε δια να ευφρανθω μετα των φιλων μου. | 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· |
30 Οτε δε ο υιος σου ουτος, ο καταφαγων σου τον βιον μετα πορνων, ηλθεν, εσφαξας δι' αυτον τον μοσχον τον σιτευτον. | 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. |
31 Ο δε ειπε προς αυτον? Τεκνον, συ παντοτε μετ' εμου εισαι, και παντα τα εμα σα ειναι? | 31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· |
32 επρεπε δε να ευφρανθωμεν και να χαρωμεν, διοτι ο αδελφος σου ουτος νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη. | 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη. |