Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Vangelo secondo Marco - Mark 7


font
GREEK BIBLELXX
1 Και συναγονται προς αυτον οι Φαρισαιοι και τινες των γραμματεων, ελθοντες απο Ιεροσολυμων?1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων.
2 και ιδοντες τινας των μαθητων αυτου τρωγοντας αρτους με χειρας μεμολυσμενας, τουτεστιν ανιπτους, εμεμφθησαν αυτους?2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους
3 διοτι οι Φαρισαιοι και παντες οι Ιουδαιοι, εαν δεν νιψωσι μεχρι του αγκωνος τας χειρας, δεν τρωγουσι, κρατουντες την παραδοσιν των πρεσβυτερων?3 – οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
4 και επιστρεψαντες απο της αγορας, εαν δεν νιφθωσι, δεν τρωγουσιν? ειναι και αλλα πολλα, τα οποια παρελαβον να φυλαττωσι, πλυματα ποτηριων και ξεστων και σκευων χαλκινων και κλινων?4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν] –
5 επειτα ερωτωσιν αυτον οι Φαρισαιοι και οι γραμματεις? Διατι οι μαθηται σου δεν περιπατουσι κατα την παραδοσιν των πρεσβυτερων, αλλα με χειρας ανιπτους τρωγουσι τον αρτον;5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
6 Ο δε αποκριθεις ειπε προς αυτους? οτι καλως προεφητευσεν ο Ησαιας περι υμων των υποκριτων, ως ειναι γεγραμμενον? Ουτος ο λαος δια των χειλεων με τιμα, η δε καρδια αυτων μακραν απεχει απ' εμου.6 Ὁ δὲ εἶπεν αὐτοῖς· καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [ὅτι]
οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
7 Εις ματην δε με σεβονται, διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων.7 μάτην δὲ σέβονταί με
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8 Διοτι αφησαντες την εντολην του Θεου, κρατειτε την παραδοσιν των ανθρωπων, πλυματα ξεστων και ποτηριων, και αλλα παρομοια τοιαυτα πολλα καμνετε.8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.
9 Και ελεγε προς αυτους? Καλως αθετειτε την εντολην του Θεου, δια να φυλαττητε την παραδοσιν σας.9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε.
10 Διοτι ο Μωυσης ειπε? Τιμα τον πατερα σου και την μητερα σου. και? Ο κακολογων πατερα η μητερα εξαπαντος να θανατονηται?10 Μωϋσῆς γὰρ εἶπεν· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
11 σεις ομως λεγετε? Εαν ανθρωπος ειπη προς τον πατερα η προς την μητερα, Κορβαν, τουτεστι δωρον, ειναι ο, τι ηθελες ωφεληθη εξ εμου, αρκει,11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· κορβᾶν, ὅ ἐστιν δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12 και δεν αφινετε πλεον αυτον να καμη ουδεν εις τον πατερα αυτου η εις την μητερα αυτου,12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
13 ακυρουντες τον λογον του Θεου χαριν της παραδοσεως σας, την οποιαν παρεδωκατε? και καμνετε παρομοια τοιαυτα πολλα.13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Και προσκαλεσας παντα τον οχλον, ελεγε προς αυτους? Ακουετε μου παντες και νοειτε.14 Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούσατέ μου πάντες καὶ σύνετε.
15 Δεν ειναι ουδεν εισερχομενον εξωθεν του ανθρωπου εις αυτον, το οποιον δυναται να μολυνη αυτον, αλλα τα εξερχομενα απ' αυτου, εκεινα ειναι τα μολυνοντα τον ανθρωπον.15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν, ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.
16 Ο εχων ωτα δια να ακουη, ας ακουη.
17 Και οτε εισηλθεν εις οικον απο του οχλου, ηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης.17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
18 Και λεγει προς αυτους? Ουτω και σεις ασυνετοι εισθε; δεν καταλαμβανετε οτι παν το εξωθεν εισερχομενον εις τον ανθρωπον δεν δυναται να μολυνη αυτον;18 καὶ λέγει αὐτοῖς· οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι
19 διοτι δεν εισερχεται εις την καρδιαν αυτου, αλλ' εις την κοιλιαν, και εξερχεται εις τον αφεδρωνα, καθαριζον παντα τα φαγητα.19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζων πάντα τὰ βρώματα;
20 Ελεγε δε οτι το εξερχομενον εκ του ανθρωπου, εκεινο μολυνει τον ανθρωπον.20 ἔλεγεν δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 Διοτι εσωθεν εκ της καρδιας των ανθρωπων εξερχονται οι διαλογισμοι οι κακοι, μοιχειαι, πορνειαι, φονοι,21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι,
22 κλοπαι, πλεονεξιαι, πονηριαι, δολος, ασελγεια, βλεμμα πονηρον? βλασφημια, υπερηφανια, αφροσυνη?22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
23 παντα ταυτα τα πονηρα εσωθεν εξερχονται και μολυνουσι τον ανθρωπον.23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 Και σηκωθεις εκειθεν υπηγεν εις τα μεθορια Τυρου και Σιδωνος. Και εισελθων εις την οικιαν, δεν ηθελε να μαθη τουτο μηδεις, δεν ηδυνηθη ομως να κρυφθη.24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου. Καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν·
25 Διοτι ακουσασα περι αυτου γυνη τις, της οποιας το θυγατριον ειχε πνευμα ακαθαρτον, ηλθε και προσεπεσεν εις τους ποδας αυτου?25 ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
26 ητο δε η γυνη Ελληνις, Συροφοινισσα το γενος? και παρεκαλει αυτον να εκβαλη το δαιμονιον εκ της θυγατρος αυτης.26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 Ο δε Ιησους ειπε προς αυτην? Αφες πρωτον να χορτασθωσι τα τεκνα? διοτι δεν ειναι καλον να λαβη τις τον αρτον των τεκνων και να ριψη εις τα κυναρια.27 καὶ ἔλεγεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.
28 Η δε απεκριθη και λεγει προς αυτον? Ναι, Κυριε? αλλα και τα κυναρια υποκατω της τραπεζης τρωγουσιν απο των ψιχιων των παιδιων.28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
29 Και ειπε προς αυτην? Δια τουτον τον λογον υπαγε? εξηλθε το δαιμονιον απο της θυγατρος σου.29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον.
30 Και οτε υπηγεν εις τον οικον αυτης, ευρεν οτι το δαιμονιον εξηλθε και την θυγατερα κειμενην επι της κλινης.30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 Και παλιν εξελθων εκ των οριων Τυρου και Σιδωνος ηλθε προς την θαλασσαν της Γαλιλαιας ανα μεσον των οριων της Δεκαπολεως.31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32 Και φερουσι προς αυτον κωφον μογιλαλον και παρακαλουσιν αυτον να επιθεση την χειρα επ' αυτον.32 Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33 Και παραλαβων αυτον κατ' ιδιαν απο του οχλου εβαλε τους δακτυλους αυτου εις τα ωτα αυτου, και πτυσας ηγγισε την γλωσσαν αυτου,33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 και αναβλεψας εις τον ουρανον, εστεναξε και λεγει προς αυτον? Εφφαθα, τουτεστιν Ανοιχθητι.34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ· εφφαθα, ὅ ἐστιν διανοίχθητι.
35 Και ευθυς ηνοιχθησαν τα ωτα αυτου και ελυθη ο δεσμος της γλωσσης αυτου, και ελαλει ορθως.35 καὶ [εὐθέως] ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς.
36 Και παρηγγειλεν εις αυτους να μη ειπωσι τουτο εις μηδενα? πλην οσον αυτος παρηγγελλεν εις αυτους, τοσον περισσοτερον εκεινοι εκηρυττον.36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον.
37 Και εξεπληττοντο καθ' υπερβολην, λεγοντες? Καλως επραξε τα παντα? και τους κωφους καμνει να ακουωσι και τους αλαλους να λαλωσι.37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ [τοὺς] ἀλάλους λαλεῖν.