Scrutatio

Sabato, 11 maggio 2024 - San Fabio e compagni ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 9


font
GREEK BIBLENEW AMERICAN BIBLE
1 θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου1 God of my fathers, LORD of mercy. you who have made all things by your word
2 καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων2 And in your wisdom have established man to rule the creatures produced by you,
3 καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ3 To govern the world in holiness and justice, and to render judgment in integrity of heart:
4 δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου4 Give me Wisdom, the attendant at your throne, and reject me not from among your children;
5 ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων5 For I am your servant, the son of your handmaid, a man weak and short-lived and lacking in comprehension of judgment and of laws.
6 κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται6 Indeed, though one be perfect among the sons of men, if Wisdom, who comes from you, be not with him, he shall be held in no esteem.
7 σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων7 You have chosen me king over your people and magistrate for your sons and daughters.
8 εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ’ ἀρχῆς 9καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου8 You have bid me build a temple on your holy mountain and an altar in the city that is your dwelling place, a copy of the holy tabernacle which you had established from of old.
9 μετα υπανδρου γυναικος μη καθου το συνολον και μη συμβολοκοπησης μετ' αυτης εν οινω μηποτε εκκλινη η ψυχη σου επ' αυτην και τω πνευματι σου ολισθης εις απωλειαν9 Now with you is Wisdom, who knows your works and was present when you made the world; Who understands what is pleasing in your eyes and what is conformable with your commands.
10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί10 Send her forth from your holy heavens and from your glorious throne dispatch her That she may be with me and work with me, that I may know what is your pleasure.
11 οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς11 For she knows and understands all things, and will guide me discreetly in my affairs and safeguard me by her glory;
12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου12 Thus my deeds will be acceptable, and I shall judge your people justly and be worthy of my father's throne.
13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος13 For what man knows God's counsel, or who can conceive what our LORD intends?
14 λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν14 For the deliberations of mortals are timid, and unsure are our plans.
15 φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα15 For the corruptible body burdens the soul and the earthen shelter weighs down the mind that has many concerns.
16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν16 And scarce do we guess the things on earth, and what is within our grasp we find with difficulty; but when things are in heaven, who can search them out?
17 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων17 Or who ever knew your counsel, except you had given Wisdom and sent your holy spirit from on high?
18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν18 And thus were the paths of those on earth made straight, and men learned what was your pleasure, and were saved by Wisdom.