Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 7


font
GREEK BIBLENEW AMERICAN BIBLE
1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ1 I too am a mortal man, the same as all the rest, and a descendant of the first man formed on earth. And in my mother's womb I was molded into flesh
2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης2 in a ten-months' period-body and blood, from the seed of man, and the pleasure that accompanies marriage.
3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων3 And I too, when born, inhaled the common air, and fell upon the kindred earth; wailing, I uttered that first sound common to all.
4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν4 In swaddling clothes and with constant care I was nurtured.
5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν5 For no king has any different origin or birth,
6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση6 but one is the entry into life for all; and in one same way they leave it.
7 διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας7 Therefore I prayed, and prudence was given me; I pleaded and the spirit of Wisdom came to me.
8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς8 I preferred her to scepter and throne, And deemed riches nothing in comparison with her,
9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς9 nor did I liken any priceless gem to her; Because all gold, in view of her, is a little sand, and before her, silver is to be accounted mire.
10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος10 Beyond health and comeliness I loved her, And I chose to have her rather than the light, because the splendor of her never yields to sleep.
11 ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς11 Yet all good things together came to me in her company, and countless riches at her hands;
12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων12 And I rejoiced in them all, because Wisdom is their leader, though I had not known that she is the mother of these.
13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι13 Simply I learned about her, and ungrudgingly do I share- her riches I do not hide away;
14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες14 For to men she is an unfailing treasure; those who gain this treasure win the friendship of God, to whom the gifts they have from discipline commend them.
15 ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής15 Now God grant I speak suitably and value these endowments at their worth: For he is the guide of Wisdom and the director of the wise.
16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη16 For both we and our words are in his hand, as well as all prudence and knowledge of crafts.
17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων17 For he gave me sound knowledge of existing things, that I might know the organization of the universe and the force of its elements,
18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν18 The beginning and the end and the midpoint of times, the changes in the sun's course and the variations of the seasons.
19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις19 Cycles of years, positions of the stars,
20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν20 natures of animals, tempers of beasts, Powers of the winds and thoughts of men, uses of plants and virtues of roots-
21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία21 Such things as are hidden I learned and such as are plain;
22 ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ22 for Wisdom, the artificer of all, taught me. For in her is a spirit intelligent, holy, unique, Manifold, subtle, agile, clear, unstained, certain, Not baneful, loving the good, keen, unhampered, beneficent,
23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων23 kindly, Firm, secure, tranquil, all-powerful, all-seeing, And pervading all spirits, though they be intelligent, pure and very subtle.
24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα24 For Wisdom is mobile beyond all motion, and she penetrates and pervades all things by reason of her purity.
25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει25 For she is an aura of the might of God and a pure effusion of the glory of the Almighty; therefore nought that is sullied enters into her.
26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ26 For she is the refulgence of eternal light, the spotless mirror of the power of God, the image of his goodness.
27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει27 And she, who is one, can do all things, and renews everything while herself perduring; And passing into holy souls from age to age, she produces friends of God and prophets.
28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα28 For there is nought God loves, be it not one who dwells with Wisdom.
29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα 30τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία29 For she is fairer than the sun and surpasses every constellation of the stars. Compared to light, she takes precedence;
30 εν ολη δυναμει αγαπησον τον ποιησαντα σε και τους λειτουργους αυτου μη εγκαταλιπης30 for that, indeed, night supplants, but wickedness prevails not over Wisdom.
31 φοβου τον κυριον και δοξασον ιερεα και δος την μεριδα αυτω καθως εντεταλται σοι απαρχην και περι πλημμελειας και δοσιν βραχιονων και θυσιαν αγιασμου και απαρχην αγιων
32 και πτωχω εκτεινον την χειρα σου ινα τελειωθη η ευλογια σου
33 χαρις δοματος εναντι παντος ζωντος και επι νεκρω μη αποκωλυσης χαριν
34 μη υστερει απο κλαιοντων και μετα πενθουντων πενθησον
35 μη οκνει επισκεπτεσθαι αρρωστον ανθρωπον εκ γαρ των τοιουτων αγαπηθηση
36 εν πασι τοις λογοις σου μιμνησκου τα εσχατα σου και εις τον αιωνα ουχ αμαρτησεις