Vangelo secondo Matteo - Matthew 22
Confronta con un'altra Bibbia
Cambia Bibbia
| LXX | Biblija Hrvatski |
|---|---|
| 1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων· | 1 Isus im ponovno prozbori u prispodobama: |
| 2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. | 2 »Kraljevstvo je nebesko kao kad neki kralj pripravi svadbu sinu svomu. |
| 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. | 3 Posla sluge da pozovu uzvanike na svadbu. No oni ne htjedoše doći. |
| 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. | 4 Opet posla druge sluge govoreći: ‘Recite uzvanicima: Evo, objed sam ugotovio. Junci su moji i tovljenici poklani i sve pripravljeno. Dođite na svadbu!’« |
| 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· | 5 »Ali oni ne mareći odoše – jedan na svoju njivu, drugi za svojom trgovinom. |
| 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. | 6 Ostali uhvate njegove sluge, zlostave ih i ubiju. |
| 7 ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. | 7 Nato se kralj razgnjevi, posla svoju vojsku i pogubi one ubojice, a grad im spali.« |
| 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· | 8 »Tada kaže slugama: ‘Svadba je, evo, pripravljena, ali uzvanici ne bijahu dostojni. |
| 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. | 9 Pođite stoga na raskrižja i koga god nađete, pozovite na svadbu!’« |
| 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. | 10 »Sluge iziđoše na putove i sabraše sve koje nađoše – i zle i dobre. I svadbena se dvorana napuni gostiju. |
| 11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, | 11 Kad kralj uđe pogledati goste, spazi ondje čovjeka koji ne bijaše odjeven u svadbeno ruho. |
| 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. | 12 Kaže mu: ‘Prijatelju, kako si ovamo ušao bez svadbenoga ruha?’ A on zanijemi. |
| 13 τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 13 Tada kralj reče poslužiteljima: ‘Svežite mu ruke i noge i bacite ga van u tamu, gdje će biti plač i škrgut zubi.’ |
| 14 πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. | 14 Doista, mnogo je zvanih, malo izabranih.« |
| 15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. | 15 Tada farizeji odoše i održaše vijeće kako da Isusa uhvate u riječi. |
| 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, | 16 Pošalju k njemu svoje učenike s herodovcima da ga upitaju: »Učitelju! Znamo da si istinit te po istini putu Božjem učiš i ne mariš tko je tko jer nisi pristran. |
| 17 εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; | 17 Reci nam, dakle, što ti se čini: je li dopušteno dati porez caru ili nije?« |
| 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ὑποκριταί; | 18 Znajući njihovu opakost, reče Isus: »Zašto me iskušavate, licemjeri? |
| 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. | 19 Pokažite mi porezni novac!« Pružiše mu denar. |
| 20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; | 20 On ih upita: »Čija je ovo slika i natpis?« |
| 21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. | 21 Odgovore: »Carev.« Kaže im: »Podajte dakle caru carevo, a Bogu Božje.« |
| 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. | 22 Čuvši to, zadive se pa ga ostave i odu. |
| 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν | 23 Toga dana pristupiše k njemu saduceji, koji vele da nema uskrsnuća, i upitaše ga: |
| 24 λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | 24 »Učitelju, Mojsije reče: Umre li tko bez djece, neka se njegov brat oženi njegovom ženom te podigne porod bratu svomu. |
| 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· | 25 Bijahu tako u nas sedmorica braće. Prvi se oženi i umrije bez poroda ostavivši ženu svom bratu. |
| 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά. | 26 Tako i drugi i treći, sve do sedmoga. |
| 27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή. | 27 A nakon svih umrije i žena. |
| 28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν· | 28 Kojemu će dakle od te sedmorice biti žena o uskrsnuću? Jer sva su je sedmorica imala.« |
| 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· | 29 Odgovori im Isus: »U zabludi ste jer ne razumijete Pisama ni sile Božje. |
| 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν. | 30 Ta o uskrsnuću niti se žene niti udaju, nego su kao anđeli na nebu. |
| 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· | 31 A što se tiče uskrsnuća mrtvih, zar niste čitali što vam reče Bog: |
| 32 ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. | 32 Ja sam Bog Abrahamov, Bog Izakov i Bog Jakovljev? Nije on Bog mrtvih, nego živih!« |
| 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. | 33 Čuvši to, mnoštvo osta zaneseno njegovim naukom. |
| 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό, | 34 A kad su farizeji čuli kako ušutka saduceje, okupiše se, |
| 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν· | 35 a jedan od njih, zakonoznanac, da ga iskuša, upita: |
| 36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; | 36 »Učitelju, koja ja zapovijed najveća u Zakonu?« |
| 37 ὁ δὲ ἔφη αὐτῷ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· | 37 A on mu reče: »Ljubi Gospodina Boga svojega svim srcem svojim, i svom dušom svojom, i svim umom svojim. |
| 38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή. | 38 To je najveća i prva zapovijed. |
| 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | 39 Druga, ovoj slična: Ljubi svoga bližnjega kao sebe samoga. |
| 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται. | 40 O tim dvjema zapovijedima visi sav Zakon i Proroci.« |
| 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς | 41 Kad se farizeji skupiše, upita ih Isus: |
| 42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυίδ. | 42 »Što mislite o Kristu? Čiji je on sin?« Kažu mu: »Davidov.« |
| 43 λέγει αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων· | 43 A on će njima: »Kako ga onda David u Duhu naziva Gospodinom, kad veli: |
| 44 εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου; | 44 Reče Gospod Gospodinu mojemu: ‘Sjedi mi zdesna dok ne položim neprijatelje tvoje za podnožje nogama tvojim?’ |
| 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; | 45 Ako ga dakle David naziva Gospodinom, kako mu je sin?« |
| 46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. | 46 I nitko mu nije mogao odgovoriti ni riječi, niti se od toga dana tko usudio upitati ga bilo što. |
ITALIANO
ENGLISH
ESPANOL
FRANCAIS
LATINO
PORTUGUES
DEUTSCH
MAGYAR
Ελληνική
לשון עברית
عَرَبيْ