Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Apocalisse - Revelation 8


font
LXXGREEK BIBLE
1 Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.1 Και οτε ηνοιξε την σφραγιδα την εβδομην, εγεινε σιωπη εν τω ουρανω, εως ημισειαν ωραν.
2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.2 Και ειδον τους επτα αγγελους, οιτινες ισταντο ενωπιον του Θεου, και εδοθησαν εις αυτους επτα σαλπιγγες.
3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.3 Και ηλθεν αλλος αγγελος και εσταθη εμπροσθεν του θυσιαστηριου, κρατων θυμιατηριον χρυσουν, και εδοθησαν εις αυτον θυμιαματα πολλα, δια να προσφερη με τας προσευχας παντων των αγιων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου.
4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.4 Και ανεβη ο καπνος των θυμιαματων με τας προσευχας παντων των αγιων εκ της χειρος του αγγελου ενωπιον του Θεου.
5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.5 Και ελαβεν ο αγγελος το θυμιατηριον και εγεμισεν αυτο εκ του πυρος του θυσιαστηριου και ερριψεν εις την γην. Και εγειναν φωναι και βρονται και αστραπαι και σεισμος.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν.6 Και οι επτα αγγελοι, οι εχοντες τας επτα σαλπιγγας, ητοιμασαν εαυτους δια να σαλπισωσι.
7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.7 Και ο πρωτος αγγελος εσαλπισε, και εγεινε χαλαζα και πυρ μεμιγμενα με αιμα, και ερριφθησαν εις την γην? και το τριτον των δενδρων κατεκαη και πας χλωρος χορτος κατεκαη.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα8 Και ο δευτερος αγγελος εσαλπισε, και ως ορος μεγα καιομενον με πυρ ερριφθη εις την θαλασσαν, και το τριτον της θαλασσης εγεινεν αιμα,
9 καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχὰς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.9 και απεθανε το τριτον των εμψυχων κτισματων των εν τη θαλασση και το τριτον των πλοιων διεφθαρη.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπὰς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,10 Και ο τριτος αγγελος εσαλπισε, και επεσεν εκ του ουρανου αστηρ μεγας καιομενος ως λαμπας, και επεσεν επι το τριτον των ποταμων, και επι τας πηγας των υδατων?
11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος, καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν.11 και το ονομα του αστερος λεγεται Αψινθος? και εγεινε το τριτον των υδατων αψινθος, και πολλοι ανθρωποι απεθανον εκ των υδατων, διοτι επικρανθησαν.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς καὶ ἡ νὺξ ὁμοίως.12 Και ο τεταρτος αγγελος εσαλπισε, και εκτυπηθη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων, δια να σκοτισθη το τριτον αυτων, και η ημερα να χαση το τριτον του φωτισμου αυτης, και η νυξ ομοιως.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.13 Και ειδον και ηκουσα ενα αγγελον πετωμενον εις το μεσουρανημα, οστις ελεγε μετα φωνης μεγαλης? Ουαι, ουαι, ουαι εις τους κατοικουντας επι της γης δια τας λοιπας φωνας της σαλπιγγος των τριων αγγελων των μελλοντων να σαλπισωσι.