Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Seconda lettera di Pietro - 2 Peter 2


font
LXXGREEK BIBLE
1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.1 Υπηρξαν ομως και ψευδοπροφηται μεταξυ του λαου, καθως και μεταξυ σας θελουσιν εισθαι ψευδοδιδασκαλοι, οιτινες θελουσι παρεισαξει αιρεσεις απωλειας, αρνουμενοι και τον αγορασαντα αυτους δεσποτην, επισυροντες εις εαυτους ταχειαν απωλειαν?
2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται,2 και πολλοι θελουσιν εξακολουθησει εις τας απωλειας αυτων, δια τους οποιους η οδος της αληθειας θελει βλασφημηθη?
3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.3 και δια πλεονεξιαν θελουσι σας εμπορευθη με πλαστους λογους, των οποιων η καταδικη εκπαλαι δεν μενει αργη, και η απωλεια αυτων δεν νυσταζει.
4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους4 Διοτι εαν ο Θεος δεν εφεισθη αγγελους αμαρτησαντας, αλλα ριψας αυτους εις τον ταρταρον δεδεμενους με αλυσεις σκοτους, παρεδωκε δια να φυλαττωνται εις κρισιν,
5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας5 και εαν τον παλαιον κοσμον δεν εφεισθη, αλλα φερων κατακλυσμον επι τον κοσμον των ασεβων εφυλαξεν ογδοον τον Νωε, κηρυκα της δικαιοσυνης,
6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικὼς6 και κατεκρινεν εις καταστροφην τας πολεις των Σοδομων και της Γομορρας και ετεφρωσε, καταστησας παραδειγμα των μελλοντων να ασεβωσι,
7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·7 και ηλευθερωσε τον δικαιον Λωτ καταθλιβομενον υπο της ασελγους διαγωγης των ανομων?
8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν.8 διοτι ο δικαιος, κατοικων μεταξυ αυτων, δι' ορασεως και ακοης, εβασανιζεν απο ημερας εις ημεραν την δικαιαν αυτου ψυχην δια τα ανομα εργα αυτων?
9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,9 εξευρει ο Κυριος να ελευθερονη εκ του πειρασμου τους ευσεβεις, τους δε αδικους να φυλαττη εις την ημεραν της κρισεως, δια να κολαζωνται,
10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταὶ αὐθάδεις δόξας οὐ τρέμουσιν βλασφημοῦντες,10 μαλιστα δε τους οπισω της σαρκος ακολουθουντας με επιθυμιαν ακαθαρσιας και καταφρονουντας την εξουσιαν. Ειναι τολμηται, αυθαδεις, δεν τρεμουσι βλασφημουντες τα αξιωματα,
11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.11 ενω οι αγγελοι, μεγαλητεροι οντες εις ισχυν και δυναμιν, δεν φερουσι κατ' αυτων βλασφημον κρισιν ενωπιον του Κυριου.
12 Οὗτοι δὲ ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθορὰν ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται12 Ουτοι ομως, ως αλογα φυσικα ζωα γεγεννημενα δια αλωσιν και φθοραν, βλασφημουσι περι πραγματων τα οποια αγνοουσι, και θελουσι καταφθαρη εν τη ιδια αυτων διαφθορα,
13 ἀδικούμενοι μισθὸν ἀδικίας ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,13 και θελουσι λαβει τον μισθον της αδικιας αυτων? στοχαζονται ηδονην την καθημερινην τρυφην, ειναι σπιλοι και μωμοι, εντρυφωσιν εν ταις απαταις αυτων, συμποσιαζουσι με σας,
14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα.14 εχουσιν οφθαλμους μεστους μοιχειας και μη παυομενους απο της αμαρτιας, δελεαζουσι ψυχας αστηρικτους, εχουσι την καρδιαν γεγυμνασμενην εις πλεονεξιας, ειναι τεκνα καταρας?
15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν,15 αφησαντες την ευθειαν οδον, επλανηθησαν και ηκολουθησαν την οδον του Βαλααμ υιου του Βοσορ, οστις ηγαπησε τον μισθον της αδικιας,
16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.16 ηλεγχθη ομως δια την ιδιαν αυτου παρανομιαν, αφωνον υποζυγιον με φωνην ανθρωπου λαλησαν ημποδισε την παραφροσυνην του προφητου.
17 οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.17 Ουτοι ειναι πηγαι ανυδροι, νεφελαι υπο ανεμοστροβιλου ελαυνομεναι, δια τους οποιους το ζοφερον σκοτος φυλαττεται εις τον αιωνα.
18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,18 Διοτι λαλουντες υπερηφανα λογια ματαιοτητος, δελεαζουσι με τας επιθυμιας της σαρκος, με τας ασελγειας εκεινους οιτινες τωοντι απεφυγον τους εν πλανη ζωντας,
19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.19 επαγγελλομενοι εις αυτους ελευθεριαν, ενω αυτοι ειναι δουλοι της διαφθορας? διοτι απο οντινα νικαται τις, τουτου και δουλος γινεται.
20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.20 Επειδη εαν αφου απεφυγον τα μολυσματα του κοσμου δια της επιγνωσεως του Κυριου και Σωτηρος Ιησου Χριστου, ενεπλεχθησαν παλιν εις ταυτα και νικωνται, εγειναν εις αυτους τα εσχατα χειροτερα των πρωτων.
21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.21 Επειδη καλητερον ητο εις αυτους να μη γνωρισωσι την οδον της δικαιοσυνης, παρα αφου εγνωρισαν να επιστρεψωσιν εκ της παραδοθεισης εις αυτους αγιας εντολης.
22 συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.22 Συνεβη δε εις αυτους το της αληθινης παροιμιας, Ο κυων επεστρεψεν εις το ιδιον αυτου εξερασμα, και, Ο χοιρος λουσθεις επεστρεψεν εις το κυλισμα του βορβορου.