1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· | 1 Before God and before Christ Jesus who is to be judge of the living and the dead, I charge you, in thename of his appearing and of his kingdom: |
2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. | 2 proclaim the message and, welcome or unwelcome, insist on it. Refute falsehood, correct error, giveencouragement -- but do all with patience and with care to instruct. |
3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν | 3 The time is sure to come when people wil not accept sound teaching, but their ears wil be itching foranything new and they wil col ect themselves a whole series of teachers according to their own tastes; |
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | 4 and then they will shut their ears to the truth and wil turn to myths. |
5 Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | 5 But you must keep steady al the time; put up with suffering; do the work of preaching the gospel; fulfilthe service asked of you. |
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. | 6 As for me, my life is already being poured away as a libation, and the time has come for me to depart. |
7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· | 7 I have fought the good fight to the end; I have run the race to the finish; I have kept the faith; |
8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. | 8 al there is to come for me now is the crown of uprightness which the Lord, the upright judge, wil give tome on that Day; and not only to me but to al those who have longed for his appearing. |
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· | 9 Make every effort to come and see me as soon as you can. |
10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· | 10 As it is, Demas has deserted me for love of this life and gone to Thessalonica, Crescens has gone toGalatia and Titus to Dalmatia; |
11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. | 11 only Luke is with me. Bring Mark with you; I find him a useful helper in my work. |
12 Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον. | 12 I have sent Tychicus to Ephesus. |
13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας. | 13 When you come, bring the cloak I left with Carpus in Troas, and the scrol s, especially the parchmentones. |
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· | 14 Alexander the coppersmith has done me a lot of harm; the Lord wil repay him as his deeds deserve. |
15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. | 15 Be on your guard against him yourself, because he has been bitterly contesting everything that we say. |
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· | 16 The first time I had to present my defence, no one came into court to support me. Every one of themdeserted me -- may they not be held accountable for it. |
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. | 17 But the Lord stood by me and gave me power, so that through me the message might be ful yproclaimed for al the gentiles to hear; and so I was saved from the lion's mouth. |
18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | 18 The Lord will rescue me from all evil attempts on me, and bring me safely to his heavenly kingdom. Tohim be glory for ever and ever. Amen. |
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. | 19 Greetings to Prisca and Aquila, and the family of Onesiphorus. |
20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. | 20 Erastus stayed behind at Corinth, and I left Trophimus il at Miletus. |
21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. | 21 Make every effort to come before the winter. Greetings to you from Eubulus, Pudens, Linus, Claudiaand all the brothers. |
22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν. | 22 The Lord be with your spirit. Grace be with you. |