1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | 1 Now the Spirit has clearly said that, in the end times, some persons will depart from the faith, paying attention to spirits of error and the doctrines of devils, |
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | 2 speaking lies in hypocrisy, and having their consciences seared, |
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. | 3 prohibiting marriage, abstaining from foods, which God has created to be accepted with thanksgiving by the faithful and by those who have understood the truth. |
4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· | 4 For every creature of God is good, and nothing is to be rejected which is received with thanksgiving; |
5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | 5 for it has been sanctified by the Word of God and by prayer. |
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | 6 By proposing these things to the brothers, you will be a good minister of Christ Jesus, nourished by words of faith, and by the good doctrine that you have secured. |
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | 7 But avoid the silly fables of old women. And exercise yourself so as to advance in piety. |
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | 8 For the exercise of the body is somewhat useful. But piety is useful in all things, holding the promise of life, in the present and in the future. |
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | 9 This is a faithful saying and worthy of full acceptance. |
10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν. | 10 For this reason we labor and are maligned: because we hope in the living God, who is the Savior of all men, most especially of the faithful. |
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. | 11 Instruct and teach these things. |
12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. | 12 Let no one despise your youth, but be an example among the faithful in word, in behavior, in charity, in faith, in chastity. |
13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | 13 Until I arrive, attend to reading, to exhortation, and to doctrine. |
14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | 14 Do not be willing to neglect the grace that is within you, which was given to you through prophecy, with the imposition of the hands of the priesthood. |
15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | 15 Meditate on these things, so that your progress may be manifest to all. |
16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | 16 Pay attention to yourself and to doctrine. Pursue these things. For in doing so, you will save both yourself and those who listen to you. |