Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Prima lettera ai Tessalonicesi - 1 Thessalonians 5


font
LXXGREEK BIBLE
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,1 Περι δε των χρονων και των καιρων, αδελφοι, δεν εχετε χρειαν να σας γραφη τις?
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.2 διοτι σεις εξευρετε ακριβως οτι η ημερα του Κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται.
3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.3 Επειδη οταν λεγωσιν, Ειρηνη και ασφαλεια, τοτε επερχεται επ' αυτους αιφνιδιος ολεθρος, καθως αι ωδινες εις την εγκυμονουσαν, και δεν θελουσιν εκφυγει.
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·4 Αλλα σεις, αδελφοι, δεν εισθε εν σκοτει, ωστε η ημερα να σας καταφθαση ως κλεπτης?
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·5 παντες σεις εισθε υιοι φωτος και υιοι ημερας. Δεν ειμεθα νυκτος ουδε σκοτους.
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.6 Αρα λοιπον ας μη κοιμωμεθα ως και οι λοιποι, αλλ' ας αγρυπνωμεν και ας εγκρατευωμεθα.
7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·7 Διοτι οι κοιμωμενοι την νυκτα κοιμωνται, και οι μεθυοντες την νυκτα μεθυουσιν.
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·8 αλλ' ημεις, οντες της ημερας, ας εγκρατευωμεθα, ενδυθεντες τον θωρακα της πιστεως και αγαπης και περικεφαλαιαν την ελπιδα της σωτηριας?
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ9 διοτι ο Θεος δεν προσδιωρισεν ημας εις οργην, αλλ' εις απολαυσιν σωτηριας δια του Κυριου ημων Ιησου Χριστου,
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.10 οστις απεθανεν υπερ ημων, ινα ειτε αγρυπνουμεν ειτε κοιμωμεθα ζησωμεν μετ' αυτου.
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.11 Δια τουτο παρηγορειτε αλληλους και οικοδομειτε ο εις τον αλλον, καθως και καμνετε.
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς12 Σας παρακαλουμεν δε, αδελφοι, να γνωριζητε τους οσοι κοπιαζουσι μεταξυ σας και ειναι προεστωτες σας εν Κυριω και σας νουθετουσι,
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.13 και να τιματε αυτους εν αγαπη υπερεκπερισσου δια το εργον αυτων. Ειρηνευετε μεταξυ σας.
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.14 Σας παρακαλουμεν δε, αδελφοι, νουθετειτε τους ατακτους, παρηγορειτε τους ολιγοψυχους, περιθαλπετε τους ασθενεις, μακροθυμειτε προς παντας.
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας.15 Προσεχετε μη αποδιδη τις εις τινα κακον αντι κακου, αλλα ζητειτε παντοτε το αγαθον και εις αλληλους και εις παντας.
16 Πάντοτε χαίρετε,16 Παντοτε χαιρετε,
17 ἀδιαλείπτως προσεύχεσθε,17 αδιαλειπτως προσευχεσθε,
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.18 κατα παντα ευχαριστειτε? διοτι τουτο ειναι το θελημα του Θεου προς εσας εν Χριστω Ιησου.
19 τὸ πνεῦμα μὴ σβέννυτε,19 Το Πνευμα μη σβυνετε,
20 προφητείας μὴ ἐξουθενεῖτε,20 προφητειας μη εξουθενειτε.
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,21 Παντα δοκιμαζετε, το καλον κατεχετε?
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.22 απο παντος ειδους κακου απεχεσθε.
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.23 Αυτος δε ο Θεος της ειρηνης ειθε να σας αγιαση ολοκληρως, και να διατηρηθη ολοκληρον το πνευμα σας και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του Κυριου ημων Ιησου Χριστου.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.24 Πιστος ειναι εκεινος οστις σας καλει, οστις και θελει εκτελεσει.
25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν.25 Αδελφοι, προσευχεσθε περι ημων.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.26 Ασπασθητε τους αδελφους παντας εν φιληματι αγιω.
27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.27 Σας ορκιζω εις τον Κυριον να αναγνωσθη η επιστολη εις παντας τους αγιους αδελφους.
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.28 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μεθ' υμων? αμην.