Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera ai Colossesi - Colossians 2


font
LXXGREEK BIBLE
1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,1 Διοτι θελω να εξευρητε οποιον μεγαν αγωνα εχω δια σας και τους εν Λαοδικεια και τους οσοι δεν ειδον το προσωπον μου σωματικως,
2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ,2 δια να παρηγορηθωσιν αι καρδιαι αυτων, ενωθεντων ομου εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως, ωστε να γνωρισωσι το μυστηριον του Θεου και Πατρος και του Χριστου,
3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.3 εν τω οποιω ειναι κεκρυμμενοι παντες οι θησαυροι της σοφιας και της γνωσεως.
4 Τοῦτο λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.4 Λεγω δε τουτο, δια να μη σας εξαπατα τις με πιθανολογιαν?
5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.5 διοτι αν και κατα το σωμα ημαι απων, με το πνευμα ομως ειμαι μεθ' υμων, χαιρων και βλεπων την ταξιν σας και την σταθεροτητα της εις Χριστον πιστεως σας.
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,6 Καθως λοιπον παρελαβετε τον Χριστον Ιησουν τον Κυριον, εν αυτω περιπατειτε,
7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.7 ερριζωμενοι και εποικοδημουμενοι εν αυτω και στερεουμενοι εν τη πιστει καθως εδιδαχθητε, περισσευοντες εν αυτη μετα ευχαριστιας.
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·8 Βλεπετε μη σας εξαπατηση τις δια της φιλοσοφιας και της ματαιας απατης, κατα την παραδοσιν των ανθρωπων, κατα τα στοιχεια του κοσμου και ουχι κατα Χριστον?
9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,9 διοτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως,
10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.10 και εισθε πληρεις εν αυτω, οστις ειναι η κεφαλη πασης αρχης και εξουσιας,
11 Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,11 εις τον οποιον και περιετμηθητε με περιτομην αχειροποιητον, απεκδυθεντες το σωμα των αμαρτιων της σαρκος δια της περιτομης του Χριστου,
12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·12 συνταφεντες μετ' αυτου εν τω βαπτισματι, δια του οποιου και συνανεστητε δια της πιστεως της ενεργειας του Θεου, οστις ανεστησεν αυτον εκ των νεκρων.
13 καὶ ὑμᾶς νεκροὺς ὄντας [ἐν] τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα.13 Και εσας, οντας νεκρους εις τα αμαρτηματα και την ακροβυστιαν της σαρκος σας, συνεζωοποιησε μετ' αυτου, συγχωρησας εις εσας παντα τα πταισματα,
14 ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·14 εξαλειψας το καθ' ημων χειρογραφον, συνισταμενον εις διαταγματα, το οποιον ητο εναντιον εις ημας, και αφηρεσεν αυτο εκ του μεσου, προσηλωσας αυτο επι του σταυρου?
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.15 και απογυμνωσας τας αρχας και τας εξουσιας, παρεδειγματισε παρρησια, θριαμβευσας κατ' αυτων επ' αυτου.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων·16 Ας μη σας κρινη λοιπον μηδεις δια φαγητον η δια ποτον η δια λογον εορτης η νεομηνιας η σαββατων,
17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.17 τα οποια ειναι σκια των μελλοντων, το σωμα ομως ειναι του Χριστου.
18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,18 Ας μη σας στερηση μηδεις του βραβειου με προσποιησιν ταπεινοφροσυνης και με θρησκειαν των αγγελων, εμβατευων εις πραγματα τα οποια δεν ειδε, ματαιως φυσιουμενος υπο του νοος της σαρκος αυτου,
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.19 και μη κρατων την κεφαλην, τον Χριστον, εκ του οποιου ολον το σωμα δια των αρμων και συνδεσμων διατηρουμενον και συνδεομενον αυξανει κατα την αυξησιν του Θεου.
20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;20 Εαν λοιπον απεθανετε μετα του Χριστου απο των στοιχειων του κοσμου, δια τι ως ζωντες εν τω κοσμω υποκεισθε εις διαταγματα,
21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς,21 Μη πιασης, μη γευθης, μη εγγισης,
22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων,22 τα οποια παντα φθειρονται δια της χρησεως, κατα τα ενταλματα και τας διδασκαλιας των ανθρωπων;
23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ [καὶ] ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.23 τα οποια εχουσι φαινομενον μονον σοφιας εις εθελοθρησκειαν και ταπεινοφροσυνην και σκληραγωγιαν του σωματος, εις ουδεμιαν τιμην εχοντα την ευχαριστησιν της σαρκος.