Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera ai Galati - Galatians 6


font
LXXGREEK BIBLE
1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.1 Αδελφοι, και εαν ανθρωπος απερισκεπτως πεση εις κανεν αμαρτημα, σεις οι πνευματικοι διορθονετε τον τοιουτον με πνευμα πραοτητος, προσεχων εις σεαυτον, μη και συ πειρασθης.
2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.2 Αλληλων τα βαρη βασταζετε και ουτως εκπληρωσατε τον νομον του Χριστου.
3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν.3 Διοτι εαν τις νομιζη οτι ειναι τι ενω ειναι μηδεν, εαυτον εξαπατα.
4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·4 Αλλ' εκαστος ας εξεταζη το εαυτου εργον, και τοτε εις εαυτον μονον θελει εχει το καυχημα και ουχι εις τον αλλον?
5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.5 διοτι εκαστος το εαυτου φορτιον θελει βαστασει.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.6 Ο δε κατηχουμενος τον λογον ας καμνη τον κατηχουντα μετοχον εις παντα τα αγαθα αυτου.
7 Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·7 Μη πλανασθε, ο Θεος δεν εμπαιζεται? επειδη ο, τι αν σπειρη ο ανθρωπος, τουτο και θελει θερισει?
8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.8 διοτι ο σπειρων εις την σαρκα εαυτου θελει θερισει εκ της σαρκος φθοραν, αλλ' ο σπειρων εις το Πνευμα θελει θερισει εκ του Πνευματος ζωην αιωνιον.
9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.9 Ας μη αποκαμνωμεν δε πραττοντες το καλον? διοτι εαν δεν αποκαμνωμεν, θελομεν θερισει εν τω δεοντι καιρω.
10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.10 Αρα λοιπον ενοσω εχομεν καιρον, ας εργαζωμεθα το καλον προς παντας, μαλιστα δε προς τους οικειους της πιστεως.
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.11 Ιδετε ποσον μακραν επιστολην σας εγραψα με την χειρα μου.
12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται.12 Οσοι θελουσι να αρεσκωσι κατα την σαρκα, ουτοι σας αναγκαζουσι να περιτεμνησθε, μονον δια να μη διωκωνται δια τον σταυρον του Χριστου.
13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.13 Διοτι ουδε οι περιτεμνομενοι αυτοι φυλαττουσι τον νομον? αλλα θελουσι να περιτεμνησθε σεις, δια να εχωσι καυχησιν εις την σαρκα σας.
14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.14 Εις εμε δε μη γενοιτο να καυχωμαι ειμη εις τον σταυρον του Κυριου ημων Ιησου Χριστου, δια του οποιου ο κοσμος εσταυρωθη ως προς εμε και εγω ως προς τον κοσμον.
15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις.15 Διοτι εν Χριστω Ιησου ουτε περιτομη ισχυει τι ουτε ακροβυστια, αλλα νεα κτισις.
16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.16 Και οσοι περιπατησωσι κατα τον κανονα τουτον, ειρηνη επ' αυτους και ελεος, και επι τον Ισραηλ του Θεου.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.17 Εις το εξης μηδεις ας μη διδη εις εμε ενοχλησιν? διοτι εγω βασταζω τα στιγματα του Κυριου Ιησου εν τω σωματι μου.
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.18 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μετα του πνευματος υμων, αδελφοι? αμην.