1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. | 1 Εν τη ελευθερια λοιπον, με την οποιαν ηλευθερωσεν ημας ο Χριστος, μενετε σταθεροι, και μη υποβληθητε παλιν εις ζυγον δουλειας. |
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. | 2 Ιδου, εγω ο Παυλος σας λεγω οτι εαν περιτεμνησθε, ο Χριστος δεν θελει σας ωφελησει ουδεν. |
3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. | 3 Μαρτυρομαι δε παλιν προς παντα ανθρωπον περιτεμνομενον, οτι ειναι χρεωστης να εκτελη ολον τον νομον. |
4 κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. | 4 Απεχωρισθητε απο του Χριστου οσοι δικαιονεσθε δια του νομου, εξεπεσατε απο της χαριτος? |
5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. | 5 διοτι ημεις δια του Πνευματος προσδοκωμεν εκ πιστεως την ελπιδα της δικαιωσεως. |
6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. | 6 Διοτι εν Χριστω Ιησου ουτε περιτομη εχει ισχυν τινα, ουτε ακροβυστια, αλλα πιστις δι' αγαπης ενεργουμενη. |
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [τῇ] ἀληθείᾳ μὴ πείθεσθαι; | 7 Ετρεχετε καλως? τις σας ημποδισεν ωστε να μη πειθησθε εις την αληθειαν; |
8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. | 8 Η καταπεισις αυτη δεν ειναι εξ εκεινου, οστις σας καλει. |
9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. | 9 Ολιγη ζυμη καθιστα ολον το φυραμα ενζυμον. |
10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ. | 10 Εγω εχω πεποιθησιν εις εσας δια του Κυριου οτι δεν θελετε φρονησει ουδεν αλλο? οστις ομως σας ταραττει, αυτος θελει υποφερει την ποινην, οποιος και αν ηναι. |
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. | 11 Εγω δε, αδελφοι, εαν ακομη κηρυττω περιτομην, δια τι πλεον κατατρεχομαι; αρα κατηργηθη το σκανδαλον του σταυρου. |
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. | 12 Ειθε να αποκοπωσιν οι ταραττοντες σας. |
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. | 13 Διοτι σεις, αδελφοι, προσεκληθητε εις ελευθεριαν? μονον μη μεταχειριζεσθε την ελευθεριαν εις αφορμην της σαρκος, αλλα δια της αγαπης δουλευετε αλληλους. |
14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | 14 Διοτι ολος ο νομος εις ενα λογον συμπληρουται, εις τον, Θελεις αγαπα τον πλησιον σου ως σεαυτον. |
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε. | 15 Εαν ομως δακνητε και κατατρωγητε αλληλους, προσεχετε μη υπ' αλληλων αφανισθητε. |
16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. | 16 Λεγω λοιπον, Περιπατειτε κατα το Πνευμα και δεν θελετε εκπληροι την επιθυμιαν της σαρκος. |
17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε. | 17 Διοτι η σαρξ επιθυμει εναντια του Πνευματος, το δε Πνευμα εναντια της σαρκος? ταυτα δε αντικεινται προς αλληλα, ωστε εκεινα, τα οποια θελετε, να μη πραττητε. |
18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. | 18 Αλλ' εαν οδηγησθε υπο του Πνευματος, δεν εισθε υπο νομον. |
19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, | 19 Φανερα δε ειναι τα εργα της σαρκος, τα οποια ειναι μοιχεια, πορνεια, ακαθαρσια, ασελγεια, |
20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, | 20 ειδωλολατρεια, φαρμακεια, εχθραι, εριδες, ζηλοτυπιαι, θυμοι, μαχαι, διχοστασιαι, αιρεσεις, |
21 φθόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. | 21 φθονοι, φονοι, μεθαι, κωμοι, και τα ομοια τουτων, περι των οποιων σας προλεγω, καθως και προειπον, οτι οι τα τοιαυτα πραττοντες βασιλειαν Θεου δεν θελουσι κληρονομησει. |
22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρὰ εἰρήνη, μακροθυμία χρηστότης ἀγαθωσύνη, πίστις | 22 Ο δε καρπος του Πνευματος ειναι αγαπη, χαρα, ειρηνη, μακροθυμια, χρηστοτης, αγαθωσυνη, πιστις, |
23 πραΰτης ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. | 23 πραοτης, εγκρατεια? κατα των τοιουτων δεν υπαρχει νομος. |
24 οἱ δὲ τοῦ Χριστοῦ [Ἰησοῦ] τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. | 24 Οσοι δε ειναι του Χριστου εσταυρωσαν την σαρκα ομου με τα παθη και τας επιθυμιας. |
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. | 25 Εαν ζωμεν κατα το Πνευμα, ας περιπατωμεν και κατα το Πνευμα. |
26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. | 26 Μη γινωμεθα κενοδοξοι, αλληλους ερεθιζοντες, αλληλους φθονουντες. |