1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. | 1 Now in regard to the collection for the holy ones, you also should do as I ordered the churches of Galatia. |
2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. | 2 On the first day of the week each of you should set aside and save whatever one can afford, so that collections will not be going on when I come. |
3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· | 3 And when I arrive, I shall send those whom you have approved with letters of recommendation to take your gracious gift to Jerusalem. |
4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. | 4 If it seems fitting that I should go also, they will go with me. |
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι, | 5 I shall come to you after I pass through Macedonia (for I am going to pass through Macedonia), |
6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. | 6 and perhaps I shall stay or even spend the winter with you, so that you may send me on my way wherever I may go. |
7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ κύριος ἐπιτρέψῃ. | 7 For I do not wish to see you now just in passing, but I hope to spend some time with you, if the Lord permits. |
8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· | 8 I shall stay in Ephesus until Pentecost, |
9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. | 9 because a door has opened for me wide and productive for work, but there are many opponents. |
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε, ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ· | 10 If Timothy comes, see that he is without fear in your company, for he is doing the work of the Lord just as I am. |
11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. | 11 Therefore no one should disdain him. Rather, send him on his way in peace that he may come to me, for I am expecting him with the brothers. |
12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. | 12 Now in regard to our brother Apollos, I urged him strongly to go to you with the brothers, but it was not at all his will that he go now. He will go when he has an opportunity. |
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. | 13 Be on your guard, stand firm in the faith, be courageous, be strong. |
14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. | 14 Your every act should be done with love. |
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· | 15 I urge you, brothers--you know that the household of Stephanas is the firstfruits of Achaia and that they have devoted themselves to the service of the holy ones-- |
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. | 16 be subordinate to such people and to everyone who works and toils with them. |
17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· | 17 I rejoice in the arrival of Stephanas, Fortunatus, and Achaicus, because they made up for your absence, |
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. | 18 for they refreshed my spirit as well as yours. So give recognition to such people. |
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. | 19 The churches of Asia send you greetings. Aquila and Prisca together with the church at their house send you many greetings in the Lord. |
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. | 20 All the brothers greet you. Greet one another with a holy kiss. |
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. | 21 I, Paul, write you this greeting in my own hand. |
22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαράνα θά. | 22 If anyone does not love the Lord, let him be accursed. Marana tha. |
23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ’ ὑμῶν. | 23 The grace of the Lord Jesus be with you. |
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. | 24 My love to all of you in Christ Jesus. |