Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Prima lettera ai Corinzi - 1 Corinthians 12


font
LXXGREEK BIBLE
1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.1 Περι δε των πνευματικων, αδελφοι, δεν θελω να αγνοητε.
2 Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.2 Εξευρετε οτι ησθε εθνικοι, συρομενοι οπως εσυρεσθε προς τα ειδωλα τα αφωνα.
3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.3 Δια τουτο σας γνωστοποιω οτι ουδεις λαλων δια Πνευματος Θεου λεγει αναθεμα τον Ιησουν, και ουδεις δυναται να ειπη Κυριον Ιησουν, ειμη δια Πνευματος Αγιου.
4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·4 Ειναι δε διαιρεσεις χαρισματων, το Πνευμα ομως το αυτο?
5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·5 ειναι και διαιρεσεις διακονιων, ο Κυριος ομως ο αυτος?
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.6 ειναι και διαιρεσεις ενεργηματων, ο Θεος ομως ειναι ο αυτος, ο ενεργων τα παντα εν πασι.
7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.7 Διδεται δε εις εκαστον η φανερωσις του Πνευματος προς το συμφερον.
8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,8 Διοτι εις αλλον μεν διδεται δια του Πνευματος λογος σοφιας, εις αλλον δε λογος γνωσεως κατα το αυτο Πνευμα,
9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,9 εις αλλον δε πιστις δια του αυτου Πνευματος, εις αλλον δε χαρισματα ιαματων δια του αυτου Πνευματος,
10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·10 εις αλλον δε ενεργειαι θαυματων, εις αλλον δε προφητεια, εις αλλον δε διακρισεις πνευματων, εις αλλον δε ειδη γλωσσων, εις αλλον δε ερμηνεια γλωσσων.
11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.11 Παντα δε ταυτα ενεργει το εν και το αυτο Πνευμα, διανεμον ιδια εις εκαστον καθως θελει.
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·12 Διοτι καθως το σωμα ειναι εν και εχει μελη πολλα, παντα δε τα μελη του σωματος του ενος, πολλα οντα, ειναι εν σωμα, ουτω και ο Χριστος?
13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.13 διοτι ημεις παντες δια του ενος Πνευματος εβαπτισθημεν εις εν σωμα, ειτε Ιουδαιοι ειτε Ελληνες, ειτε δουλοι ειτε ελευθεροι, και παντες εις εν Πνευμα εποτισθημεν.
14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.14 Διοτι το σωμα δεν ειναι εν μελος, αλλα πολλα.
15 ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;15 Εαν ειπη ο πους, Επειδη δεν ειμαι χειρ, δεν ειμαι εκ του σωματος, δια τουτο ταχα δεν ειναι εκ του σωματος;
16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;16 Και εαν ειπη το ωτιον, Επειδη δεν ειμαι οφθαλμος, δεν ειμαι εκ του σωματος, δια τουτο δεν ειναι ταχα εκ του σωματος;
17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;17 Εαν ολον το σωμα ηναι οφθαλμος, που η ακοη; Εαν ολον ακοη, που η οσφρησις;
18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.18 Αλλα τωρα ο Θεος εθεσε τα μελη εν εκαστον αυτων εις το σωμα καθως ηθελησεν.
19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;19 Εαν ομως παντα ησαν εν μελος, που το σωμα;
20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.20 Αλλα τωρα ειναι μεν πολλα μελη, εν ομως σωμα.
21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω·21 Και δεν δυναται ο οφθαλμος να ειπη προς την χειρα? Δεν εχω χρειαν σου? η παλιν η κεφαλη προς τους ποδας? Δεν εχω χρειαν υμων.
22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,22 Αλλα πολυ περισσοτερον τα μελη του σωματος, τα οποια φαινονται οτι ειναι ασθενεστερα, ταυτα ειναι αναγκαια,
23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,23 και εκεινα τα οποια νομιζομεν οτι ειναι τα ατιμοτερα του σωματος, εις ταυτα αποδιδομεν τιμην περισσοτεραν, και τα ασχημα ημων εχουσι περισσοτεραν ευσχημοσυνην?
24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἀλλ’ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,24 τα δε ευσχημονα ημων δεν εχουσι χρειαν. Αλλ' ο Θεος συνεκερασε το σωμα, δωσας περισσοτεραν τιμην εις το ευτελεστερον,
25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.25 δια να μη ηναι σχισμα εν τω σωματι, αλλα να φροντιζωσι τα μελη το αυτο υπερ αλληλων.
26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [ἓν] μέλος, συγχαίρει πάντα τὰ μέλη.26 Και ειτε πασχει εν μελος, παντα τα μελη συμπασχουσιν? ειτε τιμαται εν μελος, παντα τα μελη συγχαιρουσι.
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.27 Και σεις εισθε σωμα Χριστου και μελη κατα μερος.
28 Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.28 Και αλλους μεν εθεσεν ο Θεος εν τη εκκλησια πρωτον αποστολους, δευτερον προφητας, τριτον διδασκαλους, επειτα θαυματα, επειτα χαρισματα ιαματων, βοηθειας, κυβερνησεις, ειδη γλωσσων.
29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;29 Μη παντες ειναι αποστολοι; μη παντες προφηται; μη παντες διδασκαλοι; μη παντες ενεργουσι θαυματα;
30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;30 μη παντες εχουσι χαρισματα ιαματων; μη παντες λαλουσι γλωσσας; μη παντες διερμηνευουσι;
31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα.31 Ζητειτε δε μετα ζηλου τα καλητερα χαρισματα. Και ετι πολυ υπερεχουσαν οδον σας δεικνυω.