Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera ai Romani - Romans 9


font
LXXGREEK BIBLE
1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,1 Αληθειαν λεγω εν Χριστω, δεν ψευδομαι, εχων συμμαρτυρουσαν με εμε την συνειδησιν μου εν Πνευματι Αγιω,
2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.2 οτι εχω λυπην μεγαλην και αδιαλειπτον οδυνην εν τη καρδια μου.
3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,3 Διοτι ηυχομην αυτος εγω να ημαι αναθεμα απο του Χριστου υπερ των αδελφων μου, των κατα σαρκα συγγενων μου,
4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,4 οιτινες ειναι Ισραηλιται, των οποιων ειναι η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι,
5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.5 των οποιων ειναι οι πατερες, και εκ των οποιων εγεννηθη ο Χριστος το κατα σαρκα, ο ων επι παντων Θεος ευλογητος εις τους αιωνας? αμην.
6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ·6 Αλλα δεν ειναι δυνατον οτι εξεπεσεν ο λογος του Θεου. Διοτι παντες οι εκ του Ισραηλ δεν ειναι ουτοι Ισραηλ,
7 οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραὰμ πάντες τέκνα, ἀλλ’· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.7 ουδε διοτι ειναι σπερμα του Αβρααμ, δια τουτο ειναι παντες τεκνα, αλλ' Εν τω Ισαακ θελει κληθη εις σε σπερμα.
8 τοῦτ’ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.8 Τουτεστι, τα τεκνα της σαρκος ταυτα δεν ειναι τεκνα Θεου, αλλα τα τεκνα της επαγγελιας λογιζονται δια σπερμα.
9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.9 Διοτι ο λογος της επαγγελιας ειναι ουτος? Κατα τον καιρον τουτον θελω ελθει και η Σαρρα θελει εχει υιον.
10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·10 Και ουχι μονον τουτο, αλλα και η Ρεβεκκα, οτε συνελαβε δυο εξ ενος ανδρος, Ισαακ του πατρος ημων?
11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,11 διοτι πριν ετι γεννηθωσι τα παιδια, και πριν πραξωσι τι αγαθον η κακον, δια να μενη ο κατ' εκλογην προορισμος του Θεου, ουχι εκ των εργων, αλλ' εκ του καλουντος,
12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι,12 ερρεθη προς αυτην οτι ο μεγαλητερος θελει δουλευσει εις τον μικροτερον,
13 καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.13 καθως ειναι γεγραμμενον? Τον Ιακωβ ηγαπησα, τον δε Ησαυ εμισησα.
14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο.14 Τι λοιπον θελομεν ειπει; Μηπως ειναι αδικια εις τον Θεον; μη γενοιτο.
15 τῷ Μωϋσεῖ γὰρ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.15 Διοτι προς τον Μωυσην λεγει? θελω ελεησει οντινα ελεω, και θελω οικτειρησει οντινα οικτειρω.
16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.16 Αρα λοιπον δεν ειναι του θελοντος ουδε του τρεχοντος, αλλα του ελεουντος Θεου.
17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.17 Διοτι η γραφη λεγει προς τον Φαραω οτι δι' αυτο τουτο σε εξηγειρα, δια να δειξω εν σοι την δυναμιν μου, και δια να διαγγελθη το ονομα μου εν παση τη γη.
18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.18 Αρα λοιπον οντινα θελει ελεει και οντινα θελει σκληρυνει.
19 Ἐρεῖς μοι οὖν· τί [οὖν] ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;19 Θελεις λοιπον μοι ειπει? Δια τι πλεον μεμφεται; εις το θελημα αυτου τις εναντιουται;
20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως;20 Αλλα μαλιστα συ, ω ανθρωπε, τις εισαι, οστις ανταποκρινεσαι προς τον Θεον; Μηπως το πλασμα θελει ειπει προς τον πλασαντα, Δια τι με εκαμες ουτως;
21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν;21 Η δεν εχει εξουσιαν ο κεραμευς του πηλου, απο του αυτου μιγματος να καμη αλλο μεν σκευος εις τιμην, αλλο δε εις ατιμιαν;
22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,22 Τι δε, αν ο Θεος, θελων να δειξη την οργην αυτου και να καμη γνωστην την δυναμιν αυτου, υπεφερε μετα πολλης μακροθυμιας σκευη οργης κατεσκευασμενα εις απωλειαν,
23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν;23 και δια να γνωστοποιηση τον πλουτον της δοξης αυτου επι σκευη ελεους, τα οποια προητοιμασεν εις δοξαν,
24 Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,24 ημας τους οποιους εκαλεσεν ουχι μονον εκ των Ιουδαιων αλλα και εκ των εθνων;
25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει·
καλέσω τὸν οὐ λαόν μου λαόν μου
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
25 Καθως και εν τω Ωσηε λεγει? Θελω καλεσει λαον μου τον ου λαον μου, και ηγαπημενην την ουκ ηγαπημενην?
26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς·
οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
26 και εν τω τοπω, οπου ερρεθη προς αυτους, δεν εισθε λαος μου, εκει θελουσι καλεσθη υιοι Θεου ζωντος.
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ·
ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,
τὸ ὑπόλειμμα σωθήσεται·
27 Ο δε Ησαιας κραζει υπερ του Ισραηλ? Αν και ο αριθμος των υιων Ισραηλ ηναι ως η αμμος της θαλασσης, το υπολοιπον αυτων θελει σωθη?
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.28 διοτι θελει τελειωσει και συντεμει λογαριασμον μετα δικαιοσυνης, επειδη συντετμημενον λογαριασμον θελει καμει ο Κυριος επι της γης.
29 καὶ καθὼς προείρηκεν Ἠσαΐας·
εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
29 Και καθως προειπεν ο Ησαιας? Εαν ο Κυριος Σαβαωθ δεν ηθελεν αφησει εις ημας σπερμα, ως τα Σοδομα ηθελομεν γεινει και με τα Γομορρα ηθελομεν ομοιωθη.
30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως,30 Τι λοιπον θελομεν ειπει; Οτι τα εθνη τα μη ζητουντα δικαιοσυνην εφθασαν εις δικαιοσυνην, δικαιοσυνην δε την εκ πιστεως,
31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.31 ο δε Ισραηλ ζητων νομον δικαιοσυνης, εις νομον δικαιοσυνης δεν εφθασε.
32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,32 Δια τι; Επειδη δεν εζητει αυτην εκ πιστεως, αλλ' ως εκ των εργων του νομου? διοτι προσεκοψαν εις τον λιθον του προσκομματος,
33 καθὼς γέγραπται·
ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου,
καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
33 καθως ειναι γεγραμμενον? Ιδου, θετω εν Σιων λιθον προσκομματος και πετραν σκανδαλου, και πας ο πιστευων επ' αυτον δεν θελει καταισχυνθη.