Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Giovanni - John 6


font
LXXGREEK BIBLE
1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.1 Μετα ταυτα ανεχωρησεν ο Ιησους περαν της θαλασσης της Γαλιλαιας της Τιβεριαδος?
2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.2 και ηκολουθει αυτον οχλος πολυς, διοτι εβλεπον τα θαυματα αυτου, τα οποια εκαμνεν επι των ασθενουντων.
3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.3 Ανεβη δε εις το ορος ο Ιησους και εκει εκαθητο μετα των μαθητων αυτου.
4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.4 Επλησιαζε δε το πασχα, η εορτη των Ιουδαιων.
5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;5 Υψωσας λοιπον ο Ιησους τους οφθαλμους και ιδων οτι πολυς οχλος ερχεται προς αυτον, λεγει προς τον Φιλιππον? Ποθεν θελομεν αγορασει αρτους, δια να φαγωσιν ουτοι;
6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.6 Ελεγε δε τουτο δοκιμαζων αυτον? διοτι αυτος ηξευρε τι εμελλε να καμη.
7 ἀπεκρίθη αὐτῷ [ὁ] Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ.7 Απεκριθη προς αυτον ο Φιλιππος? Διακοσιων δηναριων αρτοι δεν αρκουσιν εις αυτους, δια να λαβη ολιγον τι εκαστος αυτων.
8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·8 Λεγει προς αυτον εις εκ των μαθητων αυτου, Ανδρεας ο αδελφος Σιμωνος Πετρου?
9 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;9 Εδω ειναι εν παιδαριον, το οποιον εχει πεντε αρτους κριθινους και δυο οψαρια? αλλα ταυτα τι ειναι εις τοσουτους;
10 εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.10 Ειπε δε ο Ιησους? Καμετε τους ανθρωπους να καθησωσιν? ητο δε χορτος πολυς εν τω τοπω. Εκαθησαν λοιπον οι ανδρες τον αριθμον εως πεντακισχιλιοι.
11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.11 Και ελαβεν ο Ιησους τους αρτους και ευχαριστησας διεμοιρασεν εις τους μαθητας, οι δε μαθηται εις τους καθημενους? ομοιως και εκ των οψαριων οσον ηθελον.
12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.12 Αφου δε εχορτασθησαν, λεγει προς τους μαθητας αυτους? Συναξατε τα περισσευσαντα κλασματα, δια να μη χαθη τιποτε.
13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.13 Εσυναξαν λοιπον και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων, τα οποια επερισσευσαν εις τους φαγοντας.
14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.14 Οι ανθρωποι λοιπον, ιδοντες το θαυμα, το οποιον εκαμεν ο Ιησους, ελεγον οτι Ουτος ειναι αληθως ο προφητης ο μελλων να ελθη εις τον κοσμον.
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.15 Ο Ιησους λοιπον γνωρισας οτι μελλουσι να ελθωσι και να αρπασωσιν αυτον, δια να καμωσιν αυτον βασιλεα, ανεχωρησε παλιν εις το ορος αυτος μονος.
16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν16 Καθως δε εγεινεν εσπερα, κατεβησαν οι μαθηται αυτου εις την θαλασσαν,
17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,17 και εμβαντες εις το πλοιον, ηρχοντο περαν της θαλασσης εις Καπερναουμ. Και ειχεν ηδη γεινει σκοτος και ο Ιησους δεν ειχεν ελθει προς αυτους,
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.18 και η θαλασσα υψονετο, επειδη επνεε δυνατος ανεμος.
19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.19 Αφου λοιπον εκωπηλατησαν ως εικοσιπεντε η τριακοντα σταδια βλεπουσι τον Ιησουν περιπατουντα επι της θαλασσης και πλησιαζοντα εις το πλοιον, και εφοβηθησαν.
20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε.20 Εκεινος δε λεγει προς αυτους? Εγω ειμαι? μη φοβεισθε.
21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.21 Ηθελον λοιπον να λαβωσιν αυτον εις το πλοιον, και παρευθυς το πλοιον εφθασεν εις την γην, εις την οποιαν υπηγαινον.
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·22 Τη επαυριον ο οχλος ο ισταμενος περαν της θαλασσης οτε ειδεν οτι πλοιαριον αλλο δεν ητο εκει ειμη εν, εκεινο εις το οποιον εισηλθον οι μαθηται αυτου, και οτι ο Ιησους δεν εισηλθε μετα των μαθητων αυτου εις το πλοιαριον, αλλα μονοι οι μαθηται αυτου ανεχωρησαν?
23 ἄλλα ἦλθεν πλοιά[ρια] ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.23 ηλθον δε αλλα πλοιαρια εκ της Τιβεριαδος πλησιον του τοπου, οπου εφαγον τον αρτον, αφου ο Κυριος ευχαριστησεν?
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.24 οτε λοιπον ειδεν ο οχλος οτι ο Ιησους δεν ειναι εκει, ουδε οι μαθηται αυτου, εισηλθον και αυτοι εις τα πλοια και ηλθον εις Καπερναουμ ζητουντες τον Ιησουν.
25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας;25 Και ευροντες αυτον περαν της θαλασσης, ειπον προς αυτον? Ραββι, ποτε ηλθες εδω;
26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.26 Απεκριθη προς αυτους ο Ιησους και ειπεν? Αληθως, αληθως σας λεγω, με ζητειτε, ουχι διοτι ειδετε θαυματα, αλλα διοτι εφαγετε εκ των αρτων και εχορτασθητε.
27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.27 Εργαζεσθε μη δια την τροφην την φθειρομενην, αλλα δια την τροφην την μενουσαν εις ζωην αιωνιον, την οποιαν ο Υιος του ανθρωπου θελει σας δωσει? διοτι τουτον εσφραγισεν ο Πατηρ ο Θεος.
28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;28 Ειπον λοιπον προς αυτον? Τι να καμωμεν, δια να εργαζωμεθα τα εργα του Θεου;
29 ἀπεκρίθη [ὁ] Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.29 Απεκριθη ο Ιησους και ειπε προς αυτους? Τουτο ειναι το εργον του Θεου, να πιστευσητε εις τουτον, τον οποιον εκεινος απεστειλε.
30 Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;30 Τοτε ειπον προς αυτον? Τι σημειον λοιπον καμνεις συ, δια να ιδωμεν και πιστευσωμεν εις σε; τι εργαζεσαι;
31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.31 οι πατερες ημων εφαγον το μαννα εν τη ερημω, καθως ειναι γεγραμμενον? Αρτον εκ του ουρανου εδωκεν εις αυτους να φαγωσιν.
32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·32 Ειπε λοιπον προς αυτους ο Ιησους? Αληθως, αληθως σας λεγω, δεν εδωκεν εις εσας τον αρτον εκ του ουρανου ο Μωυσης, αλλ' ο Πατηρ μου σας διδει τον αρτον εκ του ουρανου τον αληθινον.
33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.33 Διοτι ο αρτος του Θεου ειναι ο καταβαινων εκ του ουρανου και διδων ζωην εις τον κοσμον.
34 εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.34 Ειπον λοιπον προς αυτον? Κυριε, παντοτε δος εις ημας τον αρτον τουτον.
35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.35 Και ειπε προς αυτους ο Ιησους? Εγω ειμαι ο αρτος της ζωης? οστις ερχεται προς εμε, δεν θελει πεινασει, και οστις πιστευει εις εμε, δεν θελει διψησει πωποτε.
36 Ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε.36 Πλην σας ειπον οτι και με ειδετε και δεν πιστευετε.
37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω,37 Παν ο, τι μοι διδει ο Πατηρ, προς εμε θελει ελθει, και τον ερχομενον προς εμε δεν θελω εκβαλει εξω?
38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.38 διοτι κατεβην εκ του ουρανου, ουχι δια να καμω το θελημα το εμον, αλλα το θελημα του πεμψαντος με.
39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.39 Τουτο δε ειναι το θελημα του πεμψαντος με Πατρος, παν ο, τι μοι εδωκε να μη απολεσω ουδεν εξ αυτου, αλλα να αναστησω αυτο εν τη εσχατη ημερα.
40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.40 Και τουτο ειναι το θελημα του πεμψαντος με, πας οστις βλεπει τον Υιον και πιστευει εις αυτον να εχη ζωην αιωνιον, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,41 Εγογγυζον λοιπον οι Ιουδαιοι περι αυτου οτι ειπεν, Εγω ειμαι ο αρτος ο καταβας εκ του ουρανου,
42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;42 και ελεγον? δεν ειναι ουτος Ιησους ο υιος του Ιωσηφ, του οποιου ημεις γνωριζομεν τον πατερα και την μητερα; πως λοιπον λεγει ουτος οτι εκ του ουρανου κατεβην;
43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ’ ἀλλήλων.43 Απεκριθη λοιπον ο Ιησους και ειπε προς αυτους? Μη γογγυζετε μεταξυ σας.
44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.44 Ουδεις δυναται να ελθη προς εμε, εαν δεν ελκυση αυτον ο Πατηρ ο πεμψας με, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα.
45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ.45 Ειναι γεγραμμενον εν τοις προφηταις? Και παντες θελουσιν εισθαι διδακτοι του Θεου. Πας λοιπον, οστις ακουση παρα του Πατρος και μαθη, ερχεται προς εμε?
46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.46 ουχι οτι ειδε τις τον Πατερα, ειμη εκεινος οστις ειναι παρα του Θεου, ουτος ειδε τον Πατερα.
47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.47 Αληθως αληθως, σας λεγω, Ο πιστευων εις εμε εχει ζωην αιωνιον.
48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.48 Εγω ειμαι ο αρτος της ζωης.
49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον·49 Οι πατερες σας εφαγον το μαννα εν τη ερημω και απεθανον?
50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.50 ουτος ειναι ο αρτος ο καταβαινων εκ του ουρανου, δια να φαγη τις εξ αυτου και να μη αποθανη.
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.51 Εγω ειμαι ο αρτος ο ζων, ο καταβας εκ του ουρανου. Εαν τις φαγη εκ τουτου του αρτου, θελει ζησει εις τον αιωνα. Και ο αρτος δε τον οποιον εγω θελω δωσει, ειναι η σαρξ μου την οποιαν εγω θελω δωσει υπερ της ζωης του κοσμου.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν;52 Εμαχοντο λοιπον προς αλληλους Ιουδαιοι, λεγοντες? Πως δυναται ουτος να δωση εις ημας να φαγωμεν την σαρκα αυτου;
53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.53 Ειπε λοιπον εις αυτους ο Ιησους? Αληθως, αληθως σας λεγω, Εαν δεν φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε το αιμα αυτου, δεν εχετε ζωην εν εαυτοις.
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.54 Οστις τρωγει την σαρκα μου και πινει το αιμα μου, εχει ζωην αιωνιον, και εγω θελω αναστησει αυτον εν τη εσχατη ημερα.
55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.55 Διοτι η σαρξ μου αληθως ειναι τροφη, και το αιμα μου αληθως ειναι ποσις.
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.56 Οστις τρωγει την σαρκα μου και πινει το αιμα μου εν εμοι μενει, και εγω εν αυτω.
57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.57 Καθως με απεστειλεν ο ζων Πατηρ και εγω ζω δια τον Πατερα, ουτω και οστις με τρωγει θελει ζησει και εκεινος δι' εμε.
58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.58 Ουτος ειναι ο αρτος ο καταβας εκ του ουρανου, ουχι καθως οι πατερες σας εφαγον το μαννα και απεθανον? οστις τρωγει τουτον τον αρτον θελει ζησει εις τον αιωνα.
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.59 Ταυτα ειπεν εν τη συναγωγη, διδασκων εν Καπερναουμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;60 Πολλοι λοιπον εκ των μαθητων αυτου ακουσαντες, ειπον? Σκληρος ειναι ουτος ο λογος? τις δυναται να ακουη αυτον;
61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;61 Νοησας δε ο Ιησους εν εαυτω οτι γογγυζουσι περι τουτου οι μαθηται αυτου, ειπε προς αυτους? Τουτο σας σκανδαλιζει;
62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;62 εαν λοιπον θεωρητε τον Υιον του ανθρωπου αναβαινοντα οπου ητο το προτερον;
63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.63 το πνευμα ειναι εκεινο το οποιον ζωοποιει, η σαρξ δεν ωφελει ουδεν? οι λογοι, τους οποιους εγω λαλω προς εσας, πνευμα ειναι και ζωη ειναι.
64 ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.64 Πλην ειναι τινες απο σας, οιτινες δεν πιστευουσι. Διοτι ηξευρεν εξ αρχης ο Ιησους, τινες ειναι οι μη πιστευοντες και τις ειναι ο μελλων να παραδωση αυτον.
65 καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός.65 Και ελεγε? Δια τουτο σας ειπον οτι ουδεις δυναται να ελθη προς εμε, εαν δεν ειναι δεδομενον εις αυτον εκ του Πατρος μου.
66 Ἐκ τούτου πολλοὶ [ἐκ] τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.66 Εκτοτε πολλοι των μαθητων αυτου εστραφησαν εις τα οπισω και δεν περιεπατουν πλεον μετ' αυτου.
67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;67 Ειπε λοιπον ο Ιησους προς τους δωδεκα? Μηπως και σεις θελετε να υπαγητε;
68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,68 Απεκριθη λοιπον προς αυτον ο Σιμων Πετρος? Κυριε, προς τινα θελομεν υπαγει; λογους ζωης αιωνιου εχεις?
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.69 και ημεις επιστευσαμεν και εγνωρισαμεν οτι συ εισαι ο Χριστος ο Υιος του Θεου του ζωντος.
70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.70 Απεκριθη προς αυτους ο Ιησους? Δεν εξελεξα εγω εσας τους δωδεκα και εις απο σας ειναι διαβολος;
71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.71 Ελεγε δε τον Ιουδαν του Σιμωνος τον Ισκαριωτην? διοτι ουτος, εις ων εκ των δωδεκα, εμελλε να παραδωση αυτον.