Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Luca - Luke 15


font
LXXGREEK BIBLE
1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.1 Επλησιαζον δε εις αυτον παντες οι τελωναι και οι αμαρτωλοι, δια να ακουωσιν αυτον.
2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.2 Και διεγογγυζον οι Φαρισαιοι και οι γραμματεις, λεγοντες οτι ουτος αμαρτωλους δεχεται και συντρωγει μετ' αυτων.
3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·3 Ειπε δε προς αυτους την παραβολην ταυτην, λεγων?
4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;4 Τις ανθρωπος εξ υμων εαν εχη εκατον προβατα και χαση εν εξ αυτων, δεν αφινει τα ενενηκοντα εννεα εν τη ερημω και υπαγει ζητων το απολωλος, εωσου ευρη αυτο;
5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων5 Και ευρων αυτο, βαλλει επι τους ωμους αυτου χαιρων.
6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.6 Και ελθων εις τον οικον, συγκαλει τους φιλους και τους γειτονας, λεγων προς αυτους? Συγχαρητε μοι, διοτι ευρον το προβατον μου το απολωλος.
7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.7 Σας λεγω οτι ουτω θελει εισθαι χαρα εν τω ουρανω δια ενα αμαρτωλον μετανοουντα μαλλον παρα δια ενενηκοντα εννεα δικαιους, οιτινες δεν εχουσι χρειαν μετανοιας.
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;8 Η τις γυνη εχουσα δεκα δραχμας, εαν χαση δραχμην μιαν, δεν αναπτει λυχνον και σαρονει την οικιαν και ζητει επιμελως, εως οτου ευρη αυτην;
9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.9 και αφου ευρη, συγκαλει τας φιλας και τας γειτονας, λεγουσα? Συγχαρητε μοι, διοτι ευρον την δραχμην την οποιαν εχασα.
10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.10 Ουτω, σας λεγω, χαρα γινεται ενωπιον των αγγελων του Θεου δια ενα αμαρτωλον μετανοουντα.
11 Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς.11 Ειπε δε? Ανθρωπος τις ειχε δυο υιους.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.12 Και ειπεν ο νεωτερος αυτων προς τον πατερα? Πατερ, δος μοι το ανηκον μερος της περιουσιας. Και διεμοιρασεν εις αυτους τα υπαρχοντα αυτου.
13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακρὰν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.13 Και μετ' ολιγας ημερας συναξας παντα ο νεωτερος υιος, απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισε την περιουσιαν αυτου ζων ασωτως.
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.14 Αφου δε εδαπανησε παντα, εγεινε πεινα μεγαλη εν τη χωρα εκεινη, και αυτος ηρχισε να στερηται.
15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους,15 Τοτε υπηγε και προσεκολληθη εις ενα των πολιτων της χωρας εκεινης, οστις επεμψεν αυτον εις τους αγρους αυτου δια να βοσκη χοιρους.
16 καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.16 Και επεθυμει να γεμιση την κοιλιαν αυτου απο των ξυλοκερατων, τα οποια ετρωγον οι χοιροι, και ουδεις εδιδεν εις αυτον.
17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.17 Ελθων δε εις εαυτον, ειπε? Ποσοι μισθωτοι του πατρος μου περισσευουσιν αρτον, και εγω χανομαι υπο της πεινης.
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,18 Σηκωθεις θελω υπαγει προς τον πατερα μου και θελω ειπει προς αυτον? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου?
19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.19 και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου? καμε με ως ενα των μισθωτων σου.
20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.20 Και σηκωθεις ηλθε προς τον πατερα αυτου. Ενω, δε απειχεν ετι μακραν, ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη, και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον.
21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.21 ειπε δε προς αυτον ο υιος? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου.
22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,22 Και ο πατηρ ειπε προς τους δουλους αυτου? Φερετε εξω την στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιδιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας,
23 καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,23 και φεροντες τον μοσχον τον σιτευτον σφαξατε, και φαγοντες ας ευφρανθωμεν,
24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.24 διοτι ουτος ο υιος μου νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη. Και ηρχισαν να ευφραινωνται.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,25 Ητο δε ο πρεσβυτερος αυτου υιος εν τω αγρω? και καθως ερχομενος επλησιασεν εις την οικιαν, ηκουσε συμφωνιαν και χορους,
26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα.26 και προσκαλεσας ενα των δουλων, ηρωτα τι ειναι ταυτα.
27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.27 Ο δε ειπε προς αυτον οτι ο αδελφος σου ηλθε? και εσφαξεν ο πατηρ σου τον μοσχον τον σιτευτον, διοτι απηλαυσεν αυτον υγιαινοντα.
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν, ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.28 Και ωργισθη και δεν ηθελε να εισελθη. Εξηλθε λοιπον ο πατηρ αυτου και παρεκαλει αυτον.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·29 Ο δε αποκριθεις ειπε προς τον πατερα? Ιδου, τοσα ετη σε δουλευω, και ποτε εντολην σου δεν παρεβην, και εις εμε ουδε εριφιον εδωκας ποτε δια να ευφρανθω μετα των φιλων μου.
30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.30 Οτε δε ο υιος σου ουτος, ο καταφαγων σου τον βιον μετα πορνων, ηλθεν, εσφαξας δι' αυτον τον μοσχον τον σιτευτον.
31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·31 Ο δε ειπε προς αυτον? Τεκνον, συ παντοτε μετ' εμου εισαι, και παντα τα εμα σα ειναι?
32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.32 επρεπε δε να ευφρανθωμεν και να χαρωμεν, διοτι ο αδελφος σου ουτος νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη.