1 Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. | 1 Και ελεγε προς αυτους? Αληθως, σας λεγω οτι ειναι τινες των εδω ισταμενων, οιτινες δεν θελουσι γευθη θανατον, εωσου ιδωσι την βασιλειαν του Θεου ελθουσαν μετα δυναμεως. |
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, | 2 Και μεθ' ημερας εξ παραλαμβανει ο Ιησους τον Πετρον και τον Ιακωβον και τον Ιωαννην και αναβιβαζει αυτους εις ορος υψηλον κατ' ιδιαν μονους? και μετεμορφωθη εμπροσθεν αυτων? |
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. | 3 και τα ιματια αυτου εγειναν στιλπνα, λευκα λιαν ως χιων, οποια λευκαντης επι της γης δεν δυναται να λευκανη. |
4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. | 4 Και εφανη εις αυτους ο Ηλιας μετα του Μωυσεως, και ησαν συλλαλουντες μετα του Ιησου. |
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. | 5 Και αποκριθεις ο Πετρος λεγει προς τον Ιησουν? Ραββι, καλον ειναι να ημεθα εδω? και ας καμωμεν τρεις σκηνας, δια σε μιαν και δια τον Μωυσην μιαν και δια τον Ηλιαν μιαν. |
6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι γὰρ ἐγένοντο. | 6 Διοτι δεν ηξευρε τι να ειπη? επειδη ησαν πεφοβισμενοι. |
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. | 7 Και νεφελη επεσκιασεν αυτους, και ηλθε φωνη εκ της νεφελης, λεγουσα? Ουτος ειναι ο Υιος μου ο αγαπητος? αυτου ακουετε. |
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν. | 8 Και εξαιφνης περιβλεψαντες, δεν ειδον πλεον ουδενα, αλλα τον Ιησουν μονον μεθ' εαυτων. |
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | 9 Ενω δε κατεβαινον απο του ορους, παρηγγειλεν εις αυτους να μη διηγηθωσιν εις μηδενα οσα ειδον, ειμη οταν ο Υιος του ανθρωπου αναστηθη εκ νεκρων. |
10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. | 10 Και εφυλαξαν τον λογον εν εαυτοις, συζητουντες προς αλληλους τι ειναι το να αναστηθη εκ νεκρων. |
11 Καὶ ἐπηρώτων αὐτὸν λέγοντες· ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; | 11 Και ηρωτων αυτον λεγοντες, Δια τι λεγουσιν οι γραμματεις οτι πρεπει να ελθη ο Ηλιας πρωτον; |
12 ὁ δὲ ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; | 12 Ο δε αποκριθεις ειπε προς αυτους? Ο Ηλιας μεν ελθων πρωτον αποκαθιστα παντα? και οτι ειναι γεγραμμενον περι του Υιου του ανθρωπου οτι πρεπει να παθη πολλα και να εξουδενωθη? |
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν. | 13 σας λεγω ομως οτι και ο Ηλιας ηλθε, και επραξαν εις αυτον οσα ηθελησαν, καθως ειναι γεγραμμενον περι αυτου. |
14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. | 14 Και οτε ηλθε προς τους μαθητας, ειδε περι αυτους οχλον πολυν και γραμματεις καμνοντας συζητησεις μετ' αυτων. |
15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. | 15 Και ευθυς πας ο οχλος ιδων αυτον εγεινεν εκθαμβος και προστρεχοντες ησπαζοντο αυτον. |
16 καὶ ἐπηρώτησεν αὐτούς· τί συζητεῖτε πρὸς αὐτούς; | 16 Και ηρωτησε τους γραμματεις? Τι συζητειτε μετ' αυτων; |
17 Καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· | 17 Και αποκριθεις εις εκ του οχλου, ειπε? Διδασκαλε, εφερα προς σε τον υιον μου, εχοντα πνευμα αλαλον. |
18 καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. | 18 Και οπου πιαση αυτον σπαραττει αυτον, και αφριζει και τριζει τους οδοντας αυτου και ξηραινεται? και ειπον προς τους μαθητας σου να εκβαλωσιν αυτο, αλλα δεν ηδυνηθησαν. |
19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. | 19 Εκεινος δε αποκριθεις προς αυτον, λεγει? Ω γενεα απιστος, εως ποτε θελω εισθαι μεθ' υμων; εως ποτε θελω υπομενει υμας; φερετε αυτον προς εμε. |
20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. | 20 Και εφεραν αυτον προς αυτον. Και ως ειδεν αυτον, ευθυς το πνευμα εσπαραξεν αυτον, και πεσων επι της γης εκυλιετο αφριζων. |
21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ἐκ παιδιόθεν· | 21 Και ηρωτησε τον πατερα αυτου? Ποσος καιρος ειναι αφου τουτο εγεινεν εις αυτον; Ο δε ειπε? Παιδιοθεν. |
22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. | 22 Και πολλακις αυτον και εις πυρ ερριψε και εις υδατα, δια να απολεση αυτον? αλλ' εαν δυνασαι τι, βοηθησον ημας, σπλαγχνισθεις εφ' ημας. |
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τὸ εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. | 23 Ο δε Ιησους ειπε προς αυτον? Το εαν δυνασαι να πιστευσης, παντα ειναι δυνατα εις τον πιστευοντα. |
24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. | 24 Και ευθυς κραξας ο πατηρ του παιδιου μετα δακρυων, ελεγε? Πιστευω, Κυριε? βοηθει εις την απιστιαν μου. |
25 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. | 25 Ιδων δε ο Ιησους οτι επισυντρεχει οχλος, επετιμησε το πνευμα το ακαθαρτον, λεγων προς αυτο? το πνευμα το αλαλον και κωφον, εγω σε προσταζω, Εξελθε απ' αυτου και μη εισελθης πλεον εις αυτον. |
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. | 26 Και το πνευμα κραξαν και πολλα σπαραξαν αυτον, εξηλθε, και εγεινεν ως νεκρος, ωστε πολλοι ελεγον οτι απεθανεν. |
27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. | 27 Ο δε Ιησους πιασας αυτον απο της χειρος ηγειρεν αυτον, και εσηκωθη. |
28 Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; | 28 Και οτε εισηλθεν εις οικον, οι μαθηται αυτου ηρωτων αυτον κατιδιαν, Δια τι ημεις δεν ηδυνηθημεν να εκβαλωμεν αυτο; |
29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. | 29 Και ειπε προς αυτους? Τουτο το γενος δεν δυναται να εξελθη δι' ουδενος αλλου τροπου ειμη δια προσευχης και νηστειας. |
30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· | 30 Και εξελθοντες εκειθεν διεβαινον δια της Γαλιλαιας, και δεν ηθελε να μαθη τουτο ουδεις. |
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. | 31 Διοτι εδιδασκε τους μαθητας αυτου και ελεγε προς αυτους οτι ο Υιος του ανθρωπου παραδιδεται εις χειρας ανθρωπων, και θελουσι θανατωσει αυτον, και θανατωθεις την τριτην ημεραν θελει αναστηθη. |
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. | 32 Εκεινοι ομως δεν ηνοουν τον λογον και εφοβουντο να ερωτησωσιν αυτον. |
33 Καὶ ἦλθον εἰς Καφαρναούμ. Καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ διελογίζεσθε; | 33 Και ηλθεν εις Καπερναουμ? και οτε εισηλθεν εις την οικιαν, ηρωτα αυτους? Τι διελογιζεσθε καθ' οδον προς αλληλους; |
34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. | 34 Οι δε εσιωπων? διοτι καθ' οδον διελεχθησαν προς αλληλους τις ειναι μεγαλητερος. |
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. | 35 Και καθησας εκαλεσε τους δωδεκα και λεγει προς αυτους? Οστις θελει να ηναι πρωτος, θελει εισθαι παντων εσχατος και παντων υπηρετης. |
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· | 36 Και λαβων παιδιον εστησεν αυτο εν τω μεσω αυτων, και εναγκαλισθεις αυτο ειπε προς αυτους? |
37 ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. | 37 Οστις δεχθη εν των τοιουτων παιδιων εις το ονομα μου, εμε δεχεται? και οστις δεχθη εμε, δεν δεχεται εμε, αλλα τον αποστειλαντα με. |
38 Ἔφη αὐτῷ ὁ Ἰωάννης· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. | 38 Απεκριθη δε προς αυτον ο Ιωαννης, λεγων? Διδασκαλε, ειδομεν τινα εκβαλλοντα δαιμονια εις το ονομα σου, οστις δεν ακολουθει ημας, και ημποδισαμεν αυτον, διοτι δεν ακολουθει ημας. |
39 ὁ δὲ Ἰησοῦς εἶπεν· μὴ κωλύετε αὐτόν. οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· | 39 Ο δε Ιησους ειπε? Μη εμποδιζετε αυτον? διοτι δεν ειναι ουδεις οστις θελει καμει θαυμα εις το ονομα μου και θελει δυνηθη ευθυς να με κακολογηση. |
40 ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. | 40 Επειδη οστις δεν ειναι καθ' ημων, ειναι υπερ ημων. |
41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. | 41 Διοτι οστις σας ποτιση ποτηριον υδατος εις το ονομα μου, επειδη εισθε του Χριστου, αληθως σας λεγω, δεν θελει χασει τον μισθον αυτου. |
42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων [εἰς ἐμέ], καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. | 42 Και οστις σκανδαλιση ενα των μικρων των πιστευοντων εις εμε, συμφερει εις αυτον καλητερον να περιτεθη μυλου πετρα περι τον τραχηλον αυτου και να ριφθη εις την θαλασσαν. |
43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. | 43 Και εαν σε σκανδαλιζη η χειρ σου, αποκοψον αυτην? καλητερον σοι ειναι να εισελθης εις την ζωην κουλλος, παρα εχων τας δυο χειρας να απελθης εις την γεενναν, εις το πυρ το ασβεστον, |
| 44 οπου ο σκωληξ αυτων δεν τελευτα και το πυρ δεν σβυνεται. |
45 Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν. | 45 Και εαν ο πους σου σε σκανδαλιζη, αποκοψον αυτον? καλητερον σοι ειναι να εισελθης εις την ζωην χωλος, παρα εχων τους δυο ποδας να ριφθης εις την γεενναν, εις το πυρ το ασβεστον, |
| 46 οπου ο σκωληξ αυτων δεν τελευτα και το πυρ δεν σβυνεται. |
47 Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, | 47 Και εαν ο οφθαλμος σου σε σκανδαλιζη, εκβαλε αυτον? καλητερον σοι ειναι να εισελθης μονοφθαλμος εις την βασιλειαν του Θεου, παρα εχων δυο οφθαλμους να ριφθης εις την γεενναν του πυρος, |
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. | 48 οπου ο σκωληξ αυτων δεν τελευτα και το πυρ δεν σβυνεται. |
49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται. | 49 Διοτι πας τις με πυρ θελει αλατισθη, και πασα θυσια με αλας θελει αλατισθη. |
50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. | 50 Καλον το αλας? αλλ' εαν το αλας γεινη αναλατον, με τι θελετε αρτυσει αυτο; εχετε αλας εν εαυτοις και ειρηνευετε εν αλληλοις. |