1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. | 1 Και εισηλθε παλιν εις την συναγωγην? και ητο εκει ανθρωπος εχων εξηραμμενην την χειρα. |
2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. | 2 Και παρετηρουν αυτον αν εν τω σαββατω θελη θεραπευσει αυτον, δια να κατηγορησωσιν αυτον. |
3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι· ἔγειρε εἰς τὸ μέσον. | 3 Και λεγει προς τον ανθρωπον τον εχοντα εξηραμμενην την χειρα? Σηκωθητι εις το μεσον. |
4 καὶ λέγει αὐτοῖς· ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. | 4 Και λεγει προς αυτους? Ειναι συγκεχωρημενον εν σαββατω να αγαθοποιηση τις η να κακοποιηση; να σωση ψυχην η να θανατωση; οι δε εσιωπων. |
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. | 5 Και περιβλεψας αυτους μετ' οργης, λυπουμενος δια την πωρωσιν της καρδιας αυτων, λεγει προς τον ανθρωπον? Εκτεινον την χειρα σου. Και εξετεινε, και αποκατεσταθη η χειρ αυτου υγιης ως η αλλη. |
6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. | 6 Και εξελθοντες οι Φαρισαιοι συνεβουλευθησαν ευθυς μετα των Ηρωδιανων κατ' αυτου, δια να απολεσωσιν αυτον. |
7 Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [ἠκολούθησεν], καὶ ἀπὸ τῆς Ἰουδαίας | 7 Και ο Ιησους ανεχωρησε μετα των μαθητων αυτου προς την θαλασσαν? και ηκολουθησαν αυτον πολυ πληθος απο της Γαλιλαιας και απο της Ιουδαιας |
8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολὺ ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν. | 8 και απο Ιεροσολυμων και απο της Ιδουμαιας και απο περαν του Ιορδανου και οι περι Τυρον και Σιδωνα, πληθος πολυ, ακουσαντες οσα επραττεν, ηλθον προς αυτον. |
9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· | 9 Και ειπε προς τους μαθητας αυτου να μενη πλησιον αυτου εν πλοιαριον εξ αιτιας του οχλου, δια να μη συνθλιβωσιν αυτον? |
10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. | 10 διοτι εθεραπευσε πολλους, ωστε επιπτον επ' αυτον δια να εγγισωσιν αυτον οσοι ειχον αρρωστιας? |
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. | 11 και τα πνευματα τα ακαθαρτα, οτε εθεωρουν αυτον, προσεπιπτον εις αυτον και εκραζον, λεγοντα οτι συ εισαι ο Υιος του Θεου. |
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. | 12 Και πολλα επετιμα αυτα δια να μη φανερωσωσιν αυτον. |
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. | 13 Και αναβαινει εις το ορος και προσκαλει οσους αυτος ηθελε, και υπηγον προς αυτον. |
14 Καὶ ἐποίησεν δώδεκα [οὓς καὶ ἀποστόλους ὠνόμασεν] ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν | 14 Και εξελεξε δωδεκα, δια να ηναι μετ' αυτου και δια να αποστελλη αυτους να κηρυττωσι |
15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· | 15 και να εχωσιν εξουσιαν να θεραπευωσι τας νοσους και να εκβαλλωσι τα δαιμονια? |
16 [Καὶ ἐποίησεν τοὺς δώδεκα,] καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον, | 16 Σιμωνα, τον οποιον επωνομασε Πετρον, |
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόμα[τα] Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς· | 17 και Ιακωβον τον του Ζεβεδαιου και Ιωαννην τον αδελφον του Ιακωβου? και επωνομασεν αυτους Βοανεργες, το οποιον σημαινει Υιοι βροντης? |
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον | 18 και Ανδρεαν και Φιλιππον και Βαρθολομαιον και Ματθαιον και Θωμαν και Ιακωβον τον του Αλφαιου και Θαδδαιον και Σιμωνα τον Κανανιτην |
19 καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. | 19 και Ιουδαν τον Ισκαριωτην, οστις και παρεδωκεν αυτον. |
20 Καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [ὁ] ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. | 20 Και ερχονται εις οικον τινα? και συναθροιζεται παλιν οχλος, ωστε αυτοι δεν ηδυναντο μηδε να φαγωσιν αρτον. |
21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. | 21 Και οτε ηκουσαν οι συγγενεις αυτου, εξηλθον δια να πιασωσιν αυτον? διοτι ελεγον οτι ειναι εξω εαυτου. |
22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. | 22 Και οι γραμματεις, οιτινες κατεβησαν απο Ιεροσολυμων, ελεγον οτι εχει Βεελζεβουλ, και οτι δια του αρχοντος των δαιμονιων εκβαλλει τα δαιμονια. |
23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; | 23 Και προσκαλεσας αυτους, ελεγε προς αυτους δια παραβολων? Πως δυναται Σατανας να εκβαλλη Σαταναν; |
24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· | 24 και εαν βασιλεια διαιρεθη καθ' εαυτης, η βασιλεια εκεινη δεν δυναται να σταθη? |
25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. | 25 και εαν οικια διαιρεθη καθ' εαυτης, η οικια εκεινη δεν δυναται να σταθη. |
26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει. | 26 Και αν ο Σατανας εσηκωθη καθ' εαυτου και διηρεθη, δεν δυναται να σταθη, αλλ' εχει τελος. |
27 ἀλλ’ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. | 27 Ουδεις δυναται να αρπαση τα σκευη του δυνατου, εισελθων εις την οικιαν αυτου, εαν πρωτον δεν δεση τον δυνατον, και τοτε θελει διαρπασει την οικιαν αυτου. |
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· | 28 Αληθως σας λεγω οτι παντα τα αμαρτηματα θελουσι συγχωρηθη εις τους υιους των ανθρωπων και αι βλασφημιαι, οσας βλασφημησωσιν? |
29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος. | 29 οστις ομως βλασφημηση εις το Πνευμα το Αγιον, δεν εχει συγχωρησιν εις τον αιωνα, αλλ' ειναι ενοχος αιωνιου καταδικης? |
30 ὅτι ἔλεγον· πνεῦμα ἀκάθαρτον ἔχει. | 30 διοτι ελεγον, Πνευμα ακαθαρτον εχει. |
31 Καὶ ἔρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. | 31 Ερχονται λοιπον οι αδελφοι και η μητηρ αυτου, και σταθεντες εξω απεστειλαν προς αυτον και εκραζον αυτον. |
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου [καὶ αἱ ἀδελφαί σου] ἔξω ζητοῦσίν σε. | 32 Και εκαθητο οχλος περι αυτον? ειπον δε προς αυτον? Ιδου, η μητηρ σου και οι αδελφοι σου εξω σε ζητουσι. |
33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει· τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί [μου]; | 33 Και απεκριθη προς αυτους, λεγων? Τις ειναι η μητηρ μου η οι αδελφοι μου; |
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. | 34 Και περιβλεψας κυκλω προς τους καθημενους περι αυτον, λεγει? Ιδου η μητηρ μου και οι αδελφοι μου? |
35 ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. | 35 διοτι οστις καμη το θελημα του Θεου, ουτος ειναι αδελφος μου και αδελφη μου και μητηρ. |