Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Marco - Mark 14


font
LXXGREEK BIBLE
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·1 Μετα δε δυο ημερας ητο το πασχα και τα αζυμα. Και εζητουν οι αρχιερεις και οι γραμματεις πως να συλλαβωσιν αυτον με δολον και να θανατωσωσιν.
2 ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.2 Ελεγον δε, Μη εν τη εορτη, μηποτε γεινη θορυβος του λαου.
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.3 Και ενω αυτος ητο εν Βηθανια εν τη οικια Σιμωνος του λεπρου, και εκαθητο εις την τραπεζαν, ηλθε γυνη εχουσα αλαβαστρον μυρου ναρδου καθαρας πολυτιμου, και συντριψασα το αλαβαστρον, εχυσε το μυρον επι της κεφαλης αυτου.
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;4 Ησαν δε τινες αγανακτουντες καθ' εαυτους και λεγοντες? Δια τι εγεινεν η απωλεια αυτη του μυρου;
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.5 διοτι ηδυνατο τουτο να πωληθη υπερ τριακοσια δηναρια και να δοθωσιν εις τους πτωχους? και ωργιζοντο κατ' αυτης.
6 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.6 Αλλ' ο Ιησους ειπεν? Αφησατε αυτην? δια τι ενοχλειτε αυτην; καλον εργον επραξεν εις εμε.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.7 Διοτι τους πτωχους παντοτε εχετε μεθ' εαυτων, και οταν θελητε, δυνασθε να ευεργετησητε αυτους? εμε ομως παντοτε δεν εχετε.
8 ὃ ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.8 Ο, τι ηδυνατο αυτη επραξε? προελαβε να αλειψη με μυρον το σωμα μου δια τον ενταφιασμον.
9 ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.9 Αληθως σας λεγω, Οπου αν κηρυχθη το ευαγγελιον τουτο εις ολον τον κοσμον, και εκεινο το οποιον επραξεν αυτη θελει λαληθη εις μνημοσυνον αυτης.
10 Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.10 Τοτε ο Ιουδας ο Ισκαριωτης, εις των δωδεκα, υπηγε προς τους αρχιερεις, δια να παραδωση αυτον εις αυτους.
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.11 Εκεινοι δε ακουσαντες εχαρησαν και υπεσχεθησαν να δωσωσιν εις αυτον αργυρια? και εζητει πως να παραδωση αυτον εν ευκαιρια.
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;12 Και τη πρωτη ημερα των αζυμων, οτε εθυσιαζον το πασχα, λεγουσι προς αυτον οι μαθηται αυτου? Που θελεις να υπαγωμεν και να ετοιμασωμεν δια να φαγης το πασχα;
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ13 Και αποστελλει δυο των μαθητων αυτου και λεγει προς αυτους? Υπαγετε εις την πολιν, και θελει σας απαντησει ανθρωπος βασταζων σταμνιον υδατος? ακολουθησατε αυτον,
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;14 και οπου εισελθη, ειπατε προς τον οικοδεσποτην οτι ο Διδασκαλος λεγει? Που ειναι το καταλυμα, οπου θελω φαγει το πασχα μετα των μαθητων μου;
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.15 Και αυτος θελει σας δειξει ανωγεον μεγα εστρωμενον ετοιμον? εκει ετοιμασατε εις ημας.
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.16 Και εξηλθον οι μαθηται αυτου και ηλθον εις την πολιν, και ευρον καθως ειπε προς αυτους, και ητοιμασαν το πασχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.17 Και οτε εγεινεν εσπερα, ερχεται μετα των δωδεκα?
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ.18 και ενω εκαθηντο εις την τραπεζαν και ετρωγον, ειπεν ο Ιησους? Αληθως σας λεγω οτι εις εξ υμων θελει με παραδωσει, οστις τρωγει μετ' εμου.
19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ;19 Οι δε ηρχισαν να λυπωνται και να λεγωσι προς αυτον εις εκαστος? Μηπως εγω; και αλλος? Μηπως εγω;
20 ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον.20 Ο δε αποκριθεις ειπε προς αυτους? Εις εκ των δωδεκα, ο εμβαπτων μετ' εμου εις το πινακιον την χειρα.
21 ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.21 Ο μεν Υιος του ανθρωπου υπαγει, καθως ειναι γεγραμμενον περι αυτου? ουαι δε εις τον ανθρωπον εκεινον, δια του οποιου ο Υιος του ανθρωπου παραδιδεται? καλον ητο εις τον ανθρωπον εκεινον, αν δεν ηθελε γεννηθη.
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.22 Και ενω ετρωγον, λαβων ο Ιησους αρτον ευλογησας εκοψε και εδωκεν εις αυτους και ειπε? λαβετε, φαγετε? τουτο ειναι το σωμα μου.
23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.23 Και λαβων το ποτηριον, ευχαριστησε και εδωκεν εις αυτους, και επιον εξ αυτου παντες.
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.24 Και ειπε προς αυτους? Τουτο ειναι το αιμα μου το της καινης διαθηκης, το περι πολλων εκχυνομενον.
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.25 Αληθως σας λεγω οτι δεν θελω πιει πλεον εκ του γεννηματος της αμπελου εως της ημερας εκεινης, οταν πινω αυτο νεον εν τη βασιλεια του Θεου.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.26 Και αφου υμνησαν, εξηλθον εις το ορος των ελαιων,
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται·
πατάξω τὸν ποιμένα,
καὶ τὰ πρόβατα διασκορπισθήσονται.
27 Και λεγει προς αυτους ο Ιησους οτι παντες θελετε σκανδαλισθη εν εμοι την νυκτα ταυτην? διοτι ειναι γεγραμμενον, Θελω παταξει τον ποιμενα και θελουσι διασκορπισθη τα προβατα?
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.28 αφου ομως αναστηθω, θελω υπαγει προτερον υμων εις την Γαλιλαιαν.
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.29 Ο δε Πετρος ειπε προς αυτον? Και εαν παντες σκανδαλισθωσιν, εγω ομως ουχι.
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.30 Και λεγει προς αυτον ο Ιησους? Αληθως σοι λεγω οτι σημερον την νυκτα ταυτην, πριν ο αλεκτωρ φωναξη δις, τρις θελεις με απαρνηθη.
31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει· ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.31 Ο δε ετι μαλλον ελεγεν? Εαν γεινη χρεια να συναποθανω μετα σου, δεν θελω σε απαρνηθη. Ωσαυτως δε και παντες ελεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανὶ καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.32 Και ερχονται εις χωριον ονομαζομενον Γεθσημανη, και λεγει προς τους μαθητας αυτου? Καθησατε εδω, εωσου προσευχηθω?
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [τὸν] Ἰάκωβον καὶ [τὸν] Ἰωάννην μετ’ αὐτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν33 και παραλαμβανει τον Πετρον και τον Ιακωβον και Ιωαννην μεθ' εαυτου, και ηρχισε να εκθαμβηται και να αδημονη.
34 καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.34 Και λεγει προς αυτους? Περιλυπος ειναι η ψυχη μου εως θανατου? μεινατε εδω και αγρυπνειτε.
35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,35 Και προχωρησας ολιγον, επεσεν επι της γης και προσηυχετο να παρελθη αν ηναι δυνατον απ' αυτου η ωρα εκεινη,
36 καὶ ἔλεγεν· αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.36 και ελεγεν? Αββα ο Πατηρ, παντα ειναι δυνατα εις σε? απομακρυνον απ' εμου το ποτηριον τουτο. Ουχι ομως ο, τι θελω εγω, αλλ' ο, τι συ.
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;37 Και ερχεται και ευρισκει αυτους κοιμωμενους και λεγει προς τον Πετρον? Σιμων, κοιμασαι; δεν ηδυνηθης μιαν ωραν να αγρυπνησης;
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.38 αγρυπνειτε και προσευχεσθε, δια να μη εισελθητε εις πειρασμον? το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης.
39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.39 Και παλιν υπηγε και προσηυχηθη, ειπων τον αυτον λογον.
40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.40 Και επιστρεψας ευρεν αυτους παλιν κοιμωμενους? διοτι οι οφθαλμοι αυτων ησαν βεβαρημενοι και δεν ηξευρον τι να αποκριθωσι προς αυτον.
41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.41 Και ερχεται την τριτην φοραν και λεγει προς αυτους? Κοιμασθε το λοιπον και αναπαυεσθε. Αρκει? ηλθεν η ωρα? ιδου, παραδιδεται ο Υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων.
42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.42 Εγερθητε, υπαγωμεν? ιδου, ο παραδιδων με επλησιασε.
43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.43 Και ευθυς, ενω ελαλει ετι, ερχεται ο Ιουδας, εις εκ των δωδεκα, και μετ' αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων, παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων.
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.44 Ο δε παραδιδων αυτον ειχε δωσει εις αυτους σημειον, λεγων? Οντινα φιλησω, αυτος ειναι? πιασατε αυτον και φερετε ασφαλως.
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει· ῥαββί, καὶ κατεφίλησεν αὐτόν·45 Και οτε ηλθεν, ευθυς πλησιασας εις αυτον λεγει? Ραββι, Ραββι, και κατεφιλησεν αυτον.
46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.46 Και εκεινοι επεβαλον επ' αυτον τας χειρας αυτων και επιασαν αυτον.
47 εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.47 Εις δε τις των παρεστωτων συρας την μαχαιραν, εκτυπησε τον δουλον του αρχιερεως και απεκοψε το ωτιον αυτου.
48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;48 Και αποκριθεις ο Ιησους ειπε προς αυτους? Ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων να με συλλαβητε;
49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.49 καθ' ημεραν ημην πλησιον υμων εν τω ιερω διδασκων, και δεν με επιασατε, πλην τουτο εγεινε δια να πληρωθωσιν αι γραφαι.
50 Καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.50 Και αφησαντες αυτον παντες εφυγον.
51 καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν·51 Και εις τις νεανισκος ηκολουθει αυτον, περιτετυλιγμενος σινδονα εις το γυμνον σωμα αυτου? και πιανουσιν αυτον οι νεανισκοι.
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.52 Ο δε αφησας την σινδονα, εφυγεν απ' αυτων γυμνος.
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.53 Και εφεραν τον Ιησουν προς τον αρχιερεα? και συνερχονται προς αυτον παντες οι αρχιερεις και οι πρεσβυτεροι και οι γραμματεις.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.54 Και ο Πετρος απο μακροθεν ηκολουθησεν αυτον εως ενδον της αυλης του αρχιερεως, και συνεκαθητο μετα των υπηρετων και εθερμαινετο εις το πυρ.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον·55 Οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του Ιησου μαρτυριαν, δια να θανατωσωσιν αυτον, και δεν ευρισκον.
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.56 Διοτι πολλοι εψευδομαρτυρουν κατ' αυτου, αλλ' αι μαρτυριαι δεν ησαν συμφωνοι.
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες57 Και τινες σηκωθεντες εψευδομαρτυρουν κατ' αυτου, λεγοντες
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.58 οτι ημεις ηκουσαμεν αυτον λεγοντα, οτι Εγω θελω χαλασει τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον θελω οικοδομησει.
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.59 Πλην ουδε ουτως ητο συμφωνος μαρτυρια αυτων.
60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδὲν τί οὗτοί σου καταμαρτυροῦσιν;60 Και σηκωθεις ο αρχιερευς εις το μεσον, ηρωτησε τον Ιησουν, λεγων? Δεν αποκρινεσαι ουδεν; τι μαρτυρουσιν ουτοι κατα σου;
61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;61 Ο δε εσιωπα και δεν απεκριθη ουδεν. Παλιν ο αρχιερευς ηρωτα αυτον, λεγων προς αυτον? Συ εισαι ο Χριστος ο Υιος του Ευλογητου;
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.62 Ο δε Ιησους ειπεν? Εγω ειμαι? και θελετε ιδει τον Υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον μετα των νεφελων του ουρανου.
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;63 Τοτε ο αρχιερευς, διασχισας τα ιματια αυτου, λεγει? Τι χρειαν εχομεν πλεον μαρτυρων;
64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.64 ηκουσατε την βλασφημιαν? τι σας φαινεται; Οι δε παντες κατεκριναν αυτον οτι ειναι ενοχος θανατου.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.65 Και ηρχισαν τινες να εμπτυωσιν εις αυτον και να περικαλυπτωσι το προσωπον αυτου και να γρονθιζωσιν αυτον και να λεγωσι προς αυτον? Προφητευσον? και οι υπηρεται ετυπτον αυτον με ραπισματα.
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως66 Και ενω ητο ο Πετρος εν τη αυλη κατω, ερχεται μια των θεραπαινιδων του αρχιερεως,
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.67 και οτε ειδε τον Πετρον θερμαινομενον, εμβλεψασα εις αυτον, λεγει? Και συ εσο μετα του Ναζαρηνου Ιησου.
68 ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [καὶ ἀλέκτωρ ἐφώνησεν].68 Ο δε ηρνηθη, λεγων? Δεν εξευρω ουδε καταλαμβανω τι συ λεγεις. Και εξηλθεν εξω εις το προαυλιον, και ο αλεκτωρ εφωναξε.
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.69 Και η θεραπαινα ιδουσα αυτον παλιν, ηρχισε να λεγη προς τους παρεστωτας οτι ουτος εξ αυτων ειναι.
70 ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ.70 Ο δε παλιν ηρνειτο. Και μετ' ολιγον παλιν οι παρεστωτες ελεγον προς τον Πετρον? Αληθως εξ αυτων εισαι? διοτι Γαλιλαιος εισαι και η λαλια σου ομοιαζει.
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.71 Εκεινος δε ηρχισε να αναθεματιζη και να ομνυη οτι δεν εξευρω τον ανθρωπον τουτον, τον οποιον λεγετε.
72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ· καὶ ἐπιβαλὼν ἔκλαιεν.72 Και ο αλεκτωρ εφωναξεν εκ δευτερου. Και ενεθυμηθη ο Πετρος τον λογον, τον οποιον ειπε προς αυτον ο Ιησους, οτι Πριν ο αλεκτωρ φωναξη δις, θελεις με αρνηθη τρις. Και ηρχισε να κλαιη πικρως.