1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. | 1 Αφου δε επερασε το σαββατον, περι τα χαραγματα της πρωτης ημερας της εβδομαδος ηλθε Μαρια η Μαγδαληνη και η αλλη Μαρια, δια να θεωρησωσι τον ταφον. |
2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. | 2 Και ιδου εγεινε σεισμος μεγας? διοτι αγγελος Κυριου καταβας εξ ουρανου ηλθε και απεκυλισε τον λιθον απο της θυρας και εκαθητο επανω αυτου. |
3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. | 3 Ητο δε η οψις αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων. |
4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. | 4 Και απο του φοβου αυτου εταραχθησαν οι φυλακες και εγειναν ως νεκροι. |
5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· | 5 Αποκριθεις δε ο αγγελος ειπε προς τας γυναικας? μη φοβεισθε σεις? διοτι εξευρω οτι Ιησουν τον εσταυρωμενον ζητειτε? |
6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο. | 6 δεν ειναι εδω? διοτι ανεστη, καθως ειπεν. Ελθετε, ιδετε τον τοπον οπου εκειτο ο Κυριος. |
7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. | 7 Και υπαγετε ταχεως και ειπατε προς τους μαθητας αυτου οτι ανεστη εκ των νεκρων, και ιδου, υπαγει προτερον υμων εις την Γαλιλαιαν? εκει θελετε ιδει αυτον? ιδου, σας ειπον. |
8 Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. | 8 Και εξελθουσαι ταχεως απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον να απαγγειλωσι προς τους μαθητας αυτου. |
9 καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. | 9 Ενω δε ηρχοντο να απαγγειλωσι προς τους μαθητας αυτου, ιδου, ο Ιησους απηντησεν αυτας, λεγων? Χαιρετε. Και εκειναι προσελθουσαι επιασαν τους ποδας αυτου και προσεκυνησαν αυτον. |
10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. | 10 Τοτε λεγει προς αυτας ο Ιησους? Μη φοβεισθε? υπαγετε, απαγγειλατε προς τους αδελφους μου, δια να υπαγωσιν εις την Γαλιλαιαν? και εκει θελουσι με ιδει. |
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. | 11 Ενω δε αυται απηρχοντο, ιδου, τινες των φυλακων ελθοντες εις την πολιν απηγγειλαν προς τους αρχιερεις παντα τα γενομενα, |
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις | 12 Και συναχθεντες μετα των πρεσβυτερων και συμβουλευθεντες εδωκαν εις τους στρατιωτας αργυρια ικανα, |
13 λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. | 13 λεγοντες? Ειπατε οτι οι μαθηται αυτου ελθοντες δια νυκτος εκλεισαν αυτον, ενω ημεις εκοιμωμεθα. |
14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [αὐτὸν] καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. | 14 Και εαν ακουσθη τουτο ενωπιον του ηγεμονος, ημεις θελομεν πεισει αυτον και εσας θελομεν καμει αμεριμνους. |
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας]. | 15 Εκεινοι δε λαβοντες τα αργυρια, επραξαν ως εδιδαχθησαν. Και διεφημισθη ο λογος ουτος παρα τοις Ιουδαιοις μεχρι της σημερον. |
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, | 16 Οι δε ενδεκα μαθηται υπηγον εις την Γαλιλαιαν, εις το ορος οπου παρηγγειλεν εις αυτους ο Ιησους. |
17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. | 17 Και ιδοντες αυτον προσεκυνησαν αυτον, τινες δε εδιστασαν. |
18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [τῆς] γῆς. | 18 Και προσελθων ο Ιησους, ελαλησε προς αυτους, λεγων? Εδοθη εις εμε πασα εξουσια εν ουρανω και επι γης. |
19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, | 19 Πορευθεντες λοιπον μαθητευσατε παντα τα εθνη, βαπτιζοντες αυτους εις το ονομα του Πατρος και του Υιου και του Αγιου Πνευματος, |
20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. | 20 διδασκοντες αυτους να φυλαττωσι παντα οσα παρηγγειλα εις εσας? και ιδου, εγω ειμαι μεθ' υμων πασας τας ημερας εως της συντελειας του αιωνος. Αμην. |