Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 27


font
LXXGREEK BIBLE
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·1 Οτε δε εγεινε πρωι, συνεβουλευθησαν παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του Ιησου δια να θανατωσωσιν αυτον?
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.2 και δεσαντες αυτον, εφεραν και παρεδωκαν αυτον εις τον Ποντιον Πιλατον τον ηγεμονα.
3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις3 Τοτε ιδων Ιουδας ο παραδοσας αυτον οτι κατεδικασθη, μεταμεληθεις επεστρεψε τα τριακοντα αργυρια εις τους πρεσβυτερους,
4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν· τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.4 λεγων? Ημαρτον παραδοσας αιμα αθωον. Οι δε ειπον? Τι προς ημας; συ οψει.
5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.5 Και ριψας τα αργυρια εν τω ναω, ανεχωρησε και απελθων εκρεμασθη.
6 Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.6 Οι δε αρχιερεις, λαβοντες τα αργυρια, ειπον? Δεν ειναι συγκεχωρημενον να βαλωμεν αυτα εις το θησαυροφυλακιον, διοτι ειναι τιμη αιματος.
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις.7 Και συμβουλευθεντες ηγορασαν με αυτα τον αγρον του κεραμεως, δια να ενταφιαζωνται εκει οι ξενοι.
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.8 Δια τουτο ωνομασθη ο αγρος εκεινος Αγρος αιματος εως της σημερον.
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,9 Τοτε επληρωθη το ρηθεν δια Ιερεμιου του προφητου, λεγοντος? Και ελαβον τα τριακοντα αργυρια, την τιμην του εκτιμηθεντος, τον οποιον εξετιμησαν απο των υιων Ισραηλ,
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως, καθως μοι παρηγγειλεν ο Κυριος.
11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη· σὺ λέγεις.11 Ο δε Ιησους εσταθη εμπροσθεν του ηγεμονος? και ηρωτησεν αυτον ο ηγεμων, λεγων? Συ εισαι ο βασιλευς των Ιουδαιων; Ο δε Ιησους ειπε προς αυτον? Συ λεγεις.
12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.12 Και ενω εκατηγορειτο υπο των αρχιερεων και των πρεσβυτερων, ουδεν απεκριθη.
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;13 Τοτε λεγει προς αυτον ο Πιλατος? Δεν ακουεις ποσα σου καταμαρτυρουσι;
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.14 Και δεν απεκριθη προς αυτον ουδε προς ενα λογον, ωστε ο ηγεμων εθαυμαζε πολυ.
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.15 Κατα δε την εορτην εσυνειθιζεν ο ηγεμων να απολυη εις τον οχλον ενα δεσμιον, οντινα ηθελον.
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [Ἰησοῦν] Βαραββᾶν.16 Και ειχον τοτε δεσμιον περιβοητον λεγομενον Βαραββαν.
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν, [Ἰησοῦν τὸν] Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;17 Ενω λοιπον ησαν συνηγμενοι, ειπε προς αυτους ο Πιλατος? Τινα θελετε να σας απολυσω; τον Βαραββαν η τον Ιησουν τον λεγομενον Χριστον;
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.18 Επειδη ηξευρεν οτι δια φθονον παρεδωκαν αυτον.
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.19 Ενω δε εκαθητο επι του βηματος, απεστειλε προς αυτον η γυνη αυτου, λεγουσα? Απεχε του δικαιου εκεινου? διοτι πολλα επαθον σημερον κατ' οναρ δι' αυτον.
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.20 Οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους να ζητησωσι τον Βαραββαν, τον δε Ιησουν να απολεσωσι.
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· τὸν Βαραββᾶν.21 Και αποκριθεις ο ηγεμων ειπε προς αυτους? Τινα θελετε απο των δυο να σας απολυσω; οι δε ειπον? Τον Βαραββαν.
22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· σταυρωθήτω.22 Λεγει προς αυτους ο Πιλατος? Τι λοιπον να καμω τον Ιησουν τον λεγομενον Χριστον; Λεγουσι προς αυτον παντες? Σταυρωθητω.
23 ὁ δὲ ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.23 Ο δε ηγεμων ειπε? Και τι κακον επραξεν; Οι δε περισσοτερον εκραζον, λεγοντες? Σταυρωθητω.
24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.24 Και ιδων ο Πιλατος οτι ουδεν ωφελει, αλλα μαλλον θορυβος γινεται, λαβων υδωρ ενιψε τας χειρας αυτου εμπροσθεν του οχλου, λεγων? Αθωος ειμαι απο του αιματος του δικαιου τουτου? υμεις οψεσθε.
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.25 Και αποκριθεις πας ο λαος ειπε? Το αιμα αυτου ας ηναι εφ' ημας και επι τα τεκνα ημων.
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.26 Τοτε απελυσεν εις αυτους τον Βαραββαν, τον δε Ιησουν μαστιγωσας παρεδωκε δια να σταυρωθη.
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.27 Τοτε οι στρατιωται του ηγεμονος, παραλαβοντες τον Ιησουν εις το πραιτωριον, συνηθροισαν επ' αυτον ολον το ταγμα των στρατιωτων?
28 καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,28 και εκδυσαντες αυτον ενεδυσαν αυτον χλαμυδα κοκκινην,
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων,29 και πλεξαντες στεφανον εξ ακανθων, εθεσαν επι την κεφαλην αυτου και καλαμον εις την δεξιαν αυτου, και γονυπετησαντες εμπροσθεν αυτου, ενεπαιζον αυτον, λεγοντες? Χαιρε, ο βασιλευς των Ιουδαιων?
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου.
31 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.31 Και αφου ενεπαιξαν αυτον, εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου, και εφεραν αυτον δια να σταυρωσωσιν.
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα, τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.32 Ενω δε εξηρχοντο, ευρον ανθρωπον Κυρηναιον, ονομαζομενον Σιμωνα? τουτον ηγγαρευσαν δια να σηκωση τον σταυρον αυτου.
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος,33 Και οτε ηλθον εις τοπον λεγομενον Γολγοθα, οστις λεγεται Κρανιου τοπος,
34 ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.34 εδωκαν εις αυτον να πιη οξος μεμιγμενον μετα χολης? και γευθεις δεν ηθελε να πιη.
35 Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,35 Αφου δε εσταυρωσαν αυτον διεμερισθησαν τα ιματια αυτου, βαλλοντες κληρον, δια να πληρωθη το ρηθεν υπο του προφητου, Διεμερισθησαν τα ιματια μου εις εαυτους και επι τον ιματισμον μου εβαλον κληρον.
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.36 Και καθημενοι εφυλαττον αυτον εκει.
37 Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
37 Και εθεσαν επανωθεν της κεφαλης αυτου την κατηγοριαν αυτου γεγραμμενην? Ουτος εστιν Ιησους ο βασιλευς των Ιουδαιων.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.38 Τοτε εσταυρωθησαν μετ' αυτου δυο λησται, εις εκ δεξιων και εις εξ αριστερων.
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν39 οι δε διαβαινοντες εβλασφημουν αυτον, κινουντες τας κεφαλας αυτων
40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, [καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ.40 και λεγοντες? Ο χαλων τον ναον και δια τριων ημερων οικοδομων, σωσον σεαυτον? αν ησαι Υιος του Θεου, καταβα απο του σταυρου.
41 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον·41 Ομοιως δε και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων, ελεγον.
42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν.42 Αλλους εσωσεν, εαυτον δεν δυναται να σωση? αν ηναι βασιλευς του Ισραηλ, ας καταβη τωρα απο του σταυρου και θελομεν πιστευσει εις αυτον?
43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός.43 πεποιθεν επι τον Θεον, ας σωση τωρα αυτον, εαν θελη αυτον? επειδη ειπεν οτι Θεου Υιος ειμαι.
44 Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.44 Το αυτο δε και οι λησται οι συσταυρωθεντες μετ' αυτου ωνειδιζον εις αυτον.
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.45 Απο δε εκτης ωρας σκοτος εγεινεν εφ' ολην την γην εως ωρας εννατης?
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων·
ηλι ηλι λεμα σαβαχθανι;
τοῦτ’ ἔστιν· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
46 περι δε την εννατην ωραν ανεβοησεν ο Ιησους μετα φωνης μεγαλης, λεγων? Ηλι, Ηλι, λαμα σαβαχθανι; τουτεστι, Θεε μου, Θεε μου, δια τι με εγκατελιπες;
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.47 Και τινες των εκει εστωτων ακουσαντες, ελεγον οτι τον Ηλιαν φωναζει ουτος.
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.48 Και ευθυς εδραμεν εις εξ αυτων και λαβων σπογγον και γεμισας οξους και περιθεσας εις καλαμον εποτιζεν αυτον.
49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.49 Οι δε λοιποι ελεγον? Αφες, ας ιδωμεν αν ερχηται ο Ηλιας να σωση αυτον.
50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.50 Ο δε Ιησους παλιν κραξας μετα φωνης μεγαλης, αφηκε το πνευμα.
51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,51 Και ιδου, το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω, και η γη εσεισθη και αι πετραι εσχισθησαν,
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν,52 και τα μνημεια ηνοιχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ανεστησαν,
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.53 και εξελθοντες εκ των μνημειων μετα την αναστασιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν εις πολλους.
54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες· ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.54 Ο δε εκατονταρχος και οι μετ' αυτου φυλαττοντες τον Ιησουν, ιδοντες τον σεισμον και τα γενομενα, εφοβηθησαν σφοδρα, λεγοντες? Αληθως Θεου Υιος ητο ουτος.
55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·55 Ησαν δε εκει γυναικες πολλαι απο μακροθεν θεωρουσαι, αιτινες ηκολουθησαν τον Ιησουν απο της Γαλιλαιας υπηρετουσαι αυτον?
56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.56 μεταξυ των οποιων ητο Μαρια η Μαγδαληνη, και Μαρια η μητηρ του Ιακωβου και Ιωση, και η μητηρ των υιων Ζεβεδαιου.
57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ·57 Οτε δε εγεινεν εσπερα, ηλθεν ανθρωπος πλουσιος απο Αριμαθαιας, το ονομα Ιωσηφ, οστις και αυτος εμαθητευσεν εις τον Ιησουν?
58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι.58 ουτος ελθων προς τον Πιλατον, εζητησε το σωμα του Ιησου. Τοτε ο Πιλατος προσεταξε να αποδοθη το σωμα.
59 Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ [ἐν] σινδόνι καθαρᾷ59 Και λαβων το σωμα ο Ιωσηφ, ετυλιξεν αυτο με σινδονα καθαραν,
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.60 και εθεσεν αυτο εν τω νεω αυτου μνημειω, το οποιον ελατομησεν εν τη πετρα, και προσκυλισας λιθον μεγαν εις την θυραν του μνημειου ανεχωρησεν.
61 Ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.61 Ητο δε εκει Μαρια η Μαγδαληνη και η αλλη Μαρια, καθημεναι απεναντι του ταφου.
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον62 Και τη επαυριον, ητις ειναι μετα την παρασκευην, συνηχθησαν οι αρχιερεις και οι Φαρισαιοι προς τον Πιλατον
63 λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.63 λεγοντες? Κυριε, ενεθυμηθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων, Μετα τρεις ημερας θελω αναστηθη.
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.64 Προσταξον λοιπον να ασφαλισθη ο ταφος εως της τριτης ημερας, μηποτε οι μαθηται αυτου ελθοντες δια νυκτος κλεψωσιν αυτον και ειπωσι προς τον λαον, Ανεστη εκ των νεκρων? και θελει εισθαι η εσχατη πλανη χειροτερα της πρωτης.
65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.65 Ειπε δε προς αυτους ο Πιλατος? Εχετε φυλακας? υπαγετε, ασφαλισατε καθως εξευρετε.
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.66 Οι δε υπηγον και ησφαλισαν τον ταφον, σφραγισαντες τον λιθον και επιστησαντες τους φυλακας.