Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 14


font
LXXGREEK BIBLE
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,1 Κατ' εκεινον τον καιρον ηκουσεν Ηρωδης ο τετραρχης την φημην του Ιησου
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.2 και ειπε προς τους δουλους αυτου? Ουτος ειναι Ιωαννης ο Βαπτιστης? αυτος ηγερθη απο των νεκρων, και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω.
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·3 Διοτι ο Ηρωδης συλλαβων τον Ιωαννην εδεσεν αυτον και εβαλεν εν φυλακη δια Ηρωδιαδα την γυναικα Φιλιππου του αδελφου αυτου.
4 ἔλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ· οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.4 Διοτι ελεγε προς αυτον ο Ιωαννης? Δεν σοι ειναι συγκεχωρημενον να εχης αυτην.
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.5 Και θελων να θανατωση αυτον εφοβηθη τον οχλον, διοτι ειχον αυτον ως προφητην.
6 Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,6 Οτε δε ετελουντο τα γενεθλια του Ηρωδου, εχορευσεν η θυγατηρ της Ηρωδιαδος εν τω μεσω και ηρεσεν εις τον Ηρωδην?
7 ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.7 οθεν μεθ' ορκου ωμολογησεν εις αυτην να δωση ο, τι αν ζητηση.
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.8 Η δε, παρακινηθεισα υπο της μητρος αυτης, Δος μοι, λεγει, εδω επι πινακι την κεφαλην Ιωαννου του Βαπτιστου.
9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,9 Και ελυπηθη ο βασιλευς, δια τους ορκους ομως και τους συγκαθημενους προσεταξε να δοθη,
10 καὶ πέμψας ἀπεκεφάλισεν [τὸν] Ἰωάννην ἐν τῇ φυλακῇ.10 και πεμψας απεκεφαλισε τον Ιωαννην εν τη φυλακη.
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.11 Και εφερθη η κεφαλη αυτου επι πινακι και εδοθη εις το κορασιον, και εφερεν αυτην προς την μητερα αυτης.
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτὸ[ν] καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.12 Και προσελθοντες οι μαθηται αυτου εσηκωσαν το σωμα και εθαψαν αυτο, και ελθοντες απηγγειλαν τουτο εις τον Ιησουν.
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.13 Και ακουσας ο Ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ' ιδιαν? και ακουσαντες οι οχλοι ηκολουθησαν αυτον πεζοι απο των πολεων.
14 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.14 Και οτε ο Ιησους, ειδε πολυν οχλον και εσπλαγχνισθη δι' αυτους και εθεραπευσε τους αρρωστους αυτων.
15 Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.15 Οτε δε εγεινεν εσπερα, προσηλθον προς αυτον οι μαθηται αυτου, λεγοντες? Ερημος ειναι ο τοπος και η ωρα ηδη παρηλθεν? απολυσον τους οχλους, δια να υπαγωσιν εις τας κωμας και αγορασωσιν εις εαυτους τροφας.
16 ὁ δὲ [Ἰησοῦς] εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν, δότε αὐτοῖς ὑμεῖς φαγεῖν.16 Ο δε Ιησους ειπε προς αυτους? Δεν εχουσι χρειαν να υπαγωσι? δοτε εις αυτους σεις να φαγωσιν.
17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.17 Οι δε λεγουσι προς αυτον? Δεν εχομεν εδω ειμη πεντε αρτους και δυο οψαρια.
18 ὁ δὲ εἶπεν· φέρετέ μοι ὧδε αὐτούς.18 Ο δε ειπε? Φερετε μοι αυτα εδω.
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.19 Και προσταξας τους οχλους να καθησωσιν επι τα χορτα, και λαβων τους πεντε αρτους και τα δυο οψαρια, αναβλεψας εις τον ουρανον ευλογησε, και κοψας εδωκεν εις τους μαθητας τους αρτους, οι δε μαθηται εις τους οχλους.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.20 Και εφαγον παντες και εχορτασθησαν, και εσηκωσαν το περισσευμα των κλασματων, δωδεκα κοφινους πληρεις.
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.21 οι δε τρωγοντες ησαν εως πεντακισχιλιοι ανδρες, εκτος γυναικων και παιδιων.
22 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.22 Και ευθυς ηναγκασεν ο Ιησους τους μαθητας αυτου να εμβωσιν εις το πλοιον και να υπαγωσι προ αυτου εις το περαν, εωσου απολυση τους οχλους.
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.23 Και αφου απελυσε τους οχλους, ανεβη εις το ορος κατ' ιδιαν δια να προσευχηθη. Και οτε εγεινεν εσπερα, ητο μονος εκει.
24 Τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.24 Το δε πλοιον ητο ηδη εν τω μεσω της θαλασσης, βασανιζομενον υπο των κυματων? διοτι ητο εναντιος ο ανεμος.
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.25 Εν δε τη τεταρτη φυλακη της νυκτος υπηγε προς αυτους ο Ιησους, περιπατων επι την θαλασσαν.
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.26 Και ιδοντες αυτον οι μαθηται επι την θαλασσαν περιπατουντα, εταραχθησαν, λεγοντες οτι φαντασμα ειναι, και απο του φοβου εκραξαν.
27 εὐθὺς δὲ ἐλάλησεν [ὁ Ἰησοῦς] αὐτοῖς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.27 Ευθυς δε ελαλησε προς αυτους ο Ιησους λεγων? Θαρσειτε, εγω ειμαι? μη φοβεισθε.
28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν· κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.28 Αποκριθεις δε προς αυτον ο Πετρος ειπε? Κυριε, εαν ησαι συ, προσταξον με να ελθω προς σε επι τα υδατα.
29 ὁ δὲ εἶπεν· ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [ὁ] Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.29 Ο δε ειπεν, Ελθε. Και καταβας απο του πλοιου ο Πετρος περιεπατησεν επι τα υδατα, δια να ελθη προς τον Ιησουν.
30 βλέπων δὲ τὸν ἄνεμον [ἰσχυρὸν] ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· κύριε, σῶσόν με.30 Βλεπων ομως τον ανεμον δυνατον εφοβηθη, και αρχισας να καταποντιζηται, εκραξε λεγων? Κυριε, σωσον με.
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε, εἰς τί ἐδίστασας;31 Και ευθυς ο Ιησους εκτεινας την χειρα επιασεν αυτον και λεγει προς αυτον? Ολιγοπιστε, εις τι εδιστασας;
32 καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.32 Και αφου εισηλθον εις το πλοιον, επαυσεν ο ανεμος?
33 οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς θεοῦ υἱὸς εἶ.33 οι δε εν τω πλοιω ελθοντες προσεκυνησαν αυτον, λεγοντες? Αληθως Θεου Υιος εισαι.
34 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.34 Και διαπερασαντες ηλθον εις την γην Γεννησαρετ.
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας35 Και γνωρισαντες αυτον οι ανθρωποι του τοπου εκεινου, απεστειλαν εις ολην την περιχωρον εκεινην και εφεραν προς αυτον παντας τους πασχοντας,
36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.36 και παρεκαλουν αυτον να εγγισωσι μονον το ακρον του ιματιου αυτου? και οσοι ηγγισαν ιατρευθησαν.