Scrutatio

Thursday, 13 June 2024 - Sant´Antonio da Padova ( Letture di oggi)

ΟΒΔΙΟΥ - Abdia - Obadiah 1


font

1ορασις αβδιου ταδε λεγει κυριος ο θεος τη ιδουμαια ακοην ηκουσα παρα κυριου και περιοχην εις τα εθνη εξαπεστειλεν αναστητε και εξαναστωμεν επ' αυτην εις πολεμον2ιδου ολιγοστον δεδωκα σε εν τοις εθνεσιν ητιμωμενος συ ει σφοδρα3υπερηφανια της καρδιας σου επηρεν σε κατασκηνουντα εν ταις οπαις των πετρων υψων κατοικιαν αυτου λεγων εν καρδια αυτου τις με καταξει επι την γην4εαν μετεωρισθης ως αετος και εαν ανα μεσον των αστρων θης νοσσιαν σου εκειθεν καταξω σε λεγει κυριος5ει κλεπται εισηλθον προς σε η λησται νυκτος που αν απερριφης ουκ αν εκλεψαν τα ικανα εαυτοις και ει τρυγηται εισηλθον προς σε ουκ αν υπελιποντο επιφυλλιδα6πως εξηρευνηθη ησαυ και κατελημφθη αυτου τα κεκρυμμενα7εως των οριων σου εξαπεστειλαν σε παντες οι ανδρες της διαθηκης σου αντεστησαν σοι ηδυνασθησαν προς σε ανδρες ειρηνικοι σου εθηκαν ενεδρα υποκατω σου ουκ εστιν συνεσις αυτοις8εν εκεινη τη ημερα λεγει κυριος απολω σοφους εκ της ιδουμαιας και συνεσιν εξ ορους ησαυ9και πτοηθησονται οι μαχηται σου οι εκ θαιμαν οπως εξαρθη ανθρωπος εξ ορους ησαυ10δια την σφαγην και την ασεβειαν την εις τον αδελφον σου ιακωβ και καλυψει σε αισχυνη και εξαρθηση εις τον αιωνα11αφ' ης ημερας αντεστης εξ εναντιας εν ημερα αιχμαλωτευοντων αλλογενων δυναμιν αυτου και αλλοτριοι εισηλθον εις πυλας αυτου και επι ιερουσαλημ εβαλον κληρους και συ ης ως εις εξ αυτων12και μη επιδης ημεραν αδελφου σου εν ημερα αλλοτριων και μη επιχαρης επι τους υιους ιουδα εν ημερα απωλειας αυτων και μη μεγαλορρημονησης εν ημερα θλιψεως13μηδε εισελθης εις πυλας λαων εν ημερα πονων αυτων μηδε επιδης και συ την συναγωγην αυτων εν ημερα ολεθρου αυτων μηδε συνεπιθη επι την δυναμιν αυτων εν ημερα απωλειας αυτων14μηδε επιστης επι τας διεκβολας αυτων του εξολεθρευσαι τους ανασωζομενους αυτων μηδε συγκλεισης τους φευγοντας εξ αυτων εν ημερα θλιψεως15διοτι εγγυς ημερα κυριου επι παντα τα εθνη ον τροπον εποιησας ουτως εσται σοι το ανταποδομα σου ανταποδοθησεται εις κεφαλην σου16διοτι ον τροπον επιες επι το ορος το αγιον μου πιονται παντα τα εθνη οινον πιονται και καταβησονται και εσονται καθως ουχ υπαρχοντες17εν δε τω ορει σιων εσται η σωτηρια και εσται αγιον και κατακληρονομησουσιν ο οικος ιακωβ τους κατακληρονομησαντας αυτους18και εσται ο οικος ιακωβ πυρ ο δε οικος ιωσηφ φλοξ ο δε οικος ησαυ εις καλαμην και εκκαυθησονται εις αυτους και καταφαγονται αυτους και ουκ εσται πυροφορος εν τω οικω ησαυ διοτι κυριος ελαλησεν19και κατακληρονομησουσιν οι εν ναγεβ το ορος το ησαυ και οι εν τη σεφηλα τους αλλοφυλους και κατακληρονομησουσιν το ορος εφραιμ και το πεδιον σαμαρειας και βενιαμιν και την γαλααδιτιν20και της μετοικεσιας η αρχη αυτη τοις υιοις ισραηλ γη των χαναναιων εως σαρεπτων και η μετοικεσια ιερουσαλημ εως εφραθα και κληρονομησουσιν τας πολεις του ναγεβ21και αναβησονται ανδρες σεσωσμενοι εξ ορους σιων του εκδικησαι το ορος ησαυ και εσται τω κυριω η βασιλεια .