Scrutatio

Saturday, 20 July 2024 - Sant'Apollinare di Ravenna ( Letture di oggi)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ - Qoelet - Ecclesiastes 1


font

1ρηματα εκκλησιαστου υιου δαυιδ βασιλεως ισραηλ εν ιερουσαλημ2ματαιοτης ματαιοτητων ειπεν ο εκκλησιαστης ματαιοτης ματαιοτητων τα παντα ματαιοτης3τις περισσεια τω ανθρωπω εν παντι μοχθω αυτου ω μοχθει υπο τον ηλιον4γενεα πορευεται και γενεα ερχεται και η γη εις τον αιωνα εστηκεν5και ανατελλει ο ηλιος και δυνει ο ηλιος και εις τον τοπον αυτου ελκει6ανατελλων αυτος εκει πορευεται προς νοτον και κυκλοι προς βορραν κυκλοι κυκλων πορευεται το πνευμα και επι κυκλους αυτου επιστρεφει το πνευμα7παντες οι χειμαρροι πορευονται εις την θαλασσαν και η θαλασσα ουκ εσται εμπιμπλαμενη εις τοπον ου οι χειμαρροι πορευονται εκει αυτοι επιστρεφουσιν του πορευθηναι8παντες οι λογοι εγκοποι ου δυνησεται ανηρ του λαλειν και ουκ εμπλησθησεται οφθαλμος του οραν και ου πληρωθησεται ους απο ακροασεως9τι το γεγονος αυτο το γενησομενον και τι το πεποιημενον αυτο το ποιηθησομενον και ουκ εστιν παν προσφατον υπο τον ηλιον10ος λαλησει και ερει ιδε τουτο καινον εστιν ηδη γεγονεν εν τοις αιωσιν τοις γενομενοις απο εμπροσθεν ημων11ουκ εστιν μνημη τοις πρωτοις και γε τοις εσχατοις γενομενοις ουκ εσται αυτοις μνημη μετα των γενησομενων εις την εσχατην12εγω εκκλησιαστης εγενομην βασιλευς επι ισραηλ εν ιερουσαλημ13και εδωκα την καρδιαν μου του εκζητησαι και του κατασκεψασθαι εν τη σοφια περι παντων των γινομενων υπο τον ουρανον οτι περισπασμον πονηρον εδωκεν ο θεος τοις υιοις του ανθρωπου του περισπασθαι εν αυτω14ειδον συν παντα τα ποιηματα τα πεποιημενα υπο τον ηλιον και ιδου τα παντα ματαιοτης και προαιρεσις πνευματος15διεστραμμενον ου δυνησεται του επικοσμηθηναι και υστερημα ου δυνησεται του αριθμηθηναι16ελαλησα εγω εν καρδια μου τω λεγειν εγω ιδου εμεγαλυνθην και προσεθηκα σοφιαν επι πασιν οι εγενοντο εμπροσθεν μου εν ιερουσαλημ και καρδια μου ειδεν πολλα σοφιαν και γνωσιν17και εδωκα καρδιαν μου του γνωναι σοφιαν και γνωσιν παραβολας και επιστημην εγνων οτι και γε τουτ' εστιν προαιρεσις πνευματος18οτι εν πληθει σοφιας πληθος γνωσεως και ο προστιθεις γνωσιν προσθησει αλγημα