1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· | 1 I charge thee, before God and Jesus Christ, who shall judge the living and the dead, by his coming, and his kingdom: |
2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. | 2 Preach the word: be instant in season, out of season: reprove, entreat, rebuke in all patience and doctrine. |
3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν | 3 For there shall be a time, when they will not endure sound doctrine; but, according to their own desires, they will heap to themselves teachers, having itching ears: |
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | 4 And will indeed turn away their hearing from the truth, but will be turned unto fables. |
5 Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | 5 But be thou vigilant, labour in all things, do the work of an evangelist, fulfil thy ministry. Be sober. |
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. | 6 For I am even now ready to be sacrificed: and the time of my dissolution is at hand. |
7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· | 7 I have fought a good fight, I have finished my course, I have kept the faith. |
8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. | 8 As to the rest, there is laid up for me a crown of justice, which the Lord the just judge will render to me in that day: and not only to me, but to them also that love his coming. Make haste to come to me quickly. |
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· | 9 For Demas hath left me, loving this world, and is gone to Thessalonica: |
10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· | 10 Crescens into Galatia, Titus into Dalmatia. |
11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. | 11 Only Luke is with me. Take Mark, and bring him with thee: for he is profitable to me for the ministry. |
12 Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον. | 12 But Tychicus I have sent to Ephesus. |
13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας. | 13 The cloak that I left at Troas, with Carpus, when thou comest, bring with thee, and the books, especially the parchments. |
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· | 14 Alexander the coppersmith hath done me much evil: the Lord will reward him according to his works: |
15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. | 15 Whom do thou also avoid, for he hath greatly withstood our words. |
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· | 16 At my first answer no man stood with me, but all forsook me: may it not be laid to their charge. |
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. | 17 But the Lord stood by me, and strengthened me, that by me the preaching may be accomplished, and that all the Gentiles may hear: and I was delivered out of the mouth of the lion. |
18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | 18 The Lord hath delivered me from every evil work: and will preserve me unto his heavenly kingdom, to whom be glory for ever and ever. Amen. |
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. | 19 Salute Prisca and Aquila, and the household of Onesiphorus. |
20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. | 20 Erastus remained at Corinth. And Trophimus I left sick at Miletus. |
21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. | 21 Make haste to come before winter Eubulus and Pudens, and Linus and Claudia, and all the brethren, salute thee. |
22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν. | 22 The Lord Jesus Christ be with thy spirit. Grace be with you. Amen. |