Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Vangelo secondo Luca - Luke 9


font
LXXGREEK BIBLE
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν1 Συγκαλεσας δε τους δωδεκα μαθητας αυτου, εδωκεν εις αυτους δυναμιν και εξουσιαν κατα παντων των δαιμονιων και να θεραπευωσι νοσους?
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς],2 και απεστειλεν αυτους δια να κηρυττωσι την βασιλειαν του Θεου και να ιατρευωσι τους ασθενουντας,
3 καὶ εἶπεν πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν.3 και ειπε προς αυτους? Μη βασταζετε μηδεν εις την οδον, μητε ραβδους μητε σακκιον μητε αρτον μητε αργυριον μητε να εχητε ανα δυο χιτωνας.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.4 Και εις ηντινα οικιαν εισελθητε, εκει μενετε και εκειθεν εξερχεσθε.
5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς.5 Και οσοι δεν σας δεχθωσιν, εξερχομενοι απο της πολεως εκεινης αποτιναξατε και τον κονιορτον απο των ποδων σας δια μαρτυριαν κατ' αυτων.
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.6 Εξερχομενοι δε διηρχοντο απο κωμης εις κωμην, κηρυττοντες το ευαγγελιον και θεραπευοντες πανταχου.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,7 Ηκουσε δε Ηρωδης ο τετραρχης παντα τα γινομενα υπ' αυτου, και ητο εν απορια, διοτι ελεγετο υπο τινων οτι ο Ιωαννης ανεστη εκ νεκρων?
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.8 υπο τινων δε οτι ο Ηλιας εφανη, υπ' αλλων δε, οτι ανεστη εις των αρχαιων προφητων.
9 εἶπεν δὲ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.9 Και ειπεν ο Ηρωδης? Τον Ιωαννην εγω απεκεφαλισα? τις δε ειναι ουτος, περι του οποιου εγω ακουω τοιαυτα; και εζητει να ιδη αυτον.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.10 Και υποστρεψαντες οι αποστολοι, διηγηθησαν προς αυτον οσα επραξαν. Και παραλαβων αυτους απεσυρθη κατ' ιδιαν εις τοπον ερημον πολεως τινος ονομαζομενης Βηθσαιδα.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.11 Οι δε οχλοι νοησαντες ηκολουθησαν αυτον, και δεχθεις αυτους ελαλει προς αυτους περι της βασιλειας του Θεου, και τους εχοντας χρειαν θεραπειας ιατρευεν.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.12 Η δε ημερα ηρχισε να κλινη? και προσελθοντες οι δωδεκα, ειπον προς αυτον? Απολυσον τον οχλον, δια να υπαγωσιν εις τας περιξ κωμας και τους αγρους και να καταλυσωσι και να ευρωσι τροφας, διοτι εδω ειμεθα εν ερημω τοπω.
13 εἶπεν δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.13 Και ειπε προς αυτους? Δοτε σεις εις αυτους να φαγωσιν. Οι δε ειπον? ημεις δεν εχομεν πλειοτερον παρα πεντε αρτους και δυο ιχθυας, εκτος εαν υπαγωμεν ημεις και αγορασωμεν τροφας δι' ολον τον λαον τουτον?
14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα.14 διοτι ησαν ως πεντακισχιλιοι ανδρες? και ειπε προς τους μαθητας αυτου? Καθισατε αυτους κατα αθροισματα ανα πεντηκοντα.
15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.15 Και επραξαν ουτω, και εκαθησαν απαντας.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.16 Λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας, ανεβλεψεν εις τον ουρανον και ευλογησεν αυτους και κατεκοψε, και εδιδεν εις τους μαθητας δια να βαλλωσιν εμπροσθεν του οχλου.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.17 Και εφαγον και εχορτασθησαν παντες, και εσηκωθη το περισσευσαν εις αυτους εκ των κλασματων δωδεκα κοφινια.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;18 Και ενω αυτος προσηυχετο καταμονας, ησαν μετ' αυτου οι μαθηται, και ηρωτησεν αυτους λεγων? τινα με λεγουσιν οι οχλοι οτι ειμαι;
19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.19 οι δε αποκριθεντες ειπον? Ιωαννην τον Βαπτιστην, αλλοι δε Ηλιαν, αλλοι δε οτι ανεστη τις των αρχαιων προφητων.
20 εἶπεν δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· τὸν χριστὸν τοῦ θεοῦ.20 Ειπε δε προς αυτους? Σεις δε τινα με λεγετε οτι ειμαι; και αποκριθεις ο Πετρος ειπε? Τον Χριστον του Θεου.
21 ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο21 Ο δε προσεταξεν αυτους σφοδρως και παρηγγειλε να μη ειπωσιν εις μηδενα τουτο,
22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.22 ειπων οτι πρεπει ο Υιος του ανθρωπου να παθη πολλα και να καταφρονηθη απο των πρεσβυτερων και αρχιερεων και γραμματεων, και να θανατωθη και τη τριτη ημερα να αναστηθη.
23 Ἔλεγεν δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν καὶ ἀκολουθείτω μοι.23 Ελεγε δε προς παντας? Εαν τις θελη να ελθη οπισω μου, ας απαρνηθη εαυτον και ας σηκωση τον σταυρον αυτου καθ' ημεραν και ας με ακολουθη.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν.24 Διοτι οστις θελει να σωση την ζωην αυτου, θελει απολεσει αυτην? και οστις απολεση την ζωην αυτου ενεκεν ομου, ουτος θελει σωσει αυτην.
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;25 Επειδη τι ωφελειται ο ανθρωπος, εαν κερδηση τον κοσμον ολον, εαυτον δε απολεση η ζημιωθη;
26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.26 Διοτι οστις επαισχυνθη δι' εμε και τους λογους μου, δια τουτον ο Υιος του ανθρωπου θελει επαισχυνθη, οταν ελθη εν τη δοξη αυτου και του Πατρος και των αγιων αγγελων.
27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.27 Λεγω δε προς εσας αληθως, Ειναι τινες των εδω ισταμενων, οιτινες δεν θελουσι γευθη θανατον, εωσου ιδωσι την βασιλειαν του Θεου.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.28 Μετα δε τους λογους τουτους παρηλθον εως οκτω ημεραι, και παραλαβων τον Πετρον και Ιωαννην και Ιακωβον, ανεβη εις το ορος δια να προσευχηθη.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.29 Και ενω προσηυχετο, ηλλοιωθη η οψις του προσωπου αυτου και τα ιματια αυτου εγειναν λευκα εξαστραπτοντα.
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,30 και ιδου, ανδρες δυο συνελαλουν μετ' αυτου, οιτινες ησαν Μωυσης και Ηλιας,
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.31 οιτινες φανεντες εν δοξη, ελεγον τον θανατον αυτου, τον οποιον εμελλε να εκπληρωση εν Ιερουσαλημ.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.32 Ο δε Πετρος και οι μετ' αυτου ησαν βεβαρημενοι υπο του υπνου? και οτε εξυπνησαν, ειδον την δοξαν αυτου και τους δυο ανδρας τους ισταμενους μετ' αυτου.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.33 Και ενω αυτοι εχωριζοντο απ' αυτου, ειπεν ο Πετρος προς τον Ιησουν? Επιστατα, καλον ειναι να ημεθα εδω? και ας καμωμεν τρεις σκηνας, μιαν δια σε και δια τον Μωυσην μιαν και μιαν δια τον Ηλιαν, μη εξευρων τι λεγει.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.34 Ενω δε αυτος ελεγε ταυτα, ηλθε νεφελη και επεσκιασεν αυτους? και εφοβηθησαν οτε εισηλθον εις την νεφελην?
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.35 και εγεινε φωνη εκ της νεφελης, λεγουσα? Ουτος ειναι ο Υιος μου ο αγαπητος? αυτου ακουετε.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.36 Και αφου εγεινεν η φωνη, ευρεθη ο Ιησους μονος? και αυτοι εσιωπησαν και προς ουδενα ειπον εν εκειναις ταις ημεραις ουδεν εξ οσων ειδον.
37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.37 Την δε ακολουθον ημεραν, οτε κατεβησαν απο του ορους, υπηντησεν αυτον οχλος πολυς.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,38 Και ιδου, ανθρωπος τις εκ του οχλου ανεκραξε, λεγων? Διδασκαλε, δεομαι σου, επιβλεψον επι τον υιον μου, διοτι μονογενης μου ειναι?
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν·39 και ιδου, δαιμονιον πιανει αυτον, και εξαιφνης κραζει και σπαραττει αυτον μετα αφρου, και μολις αναχωρει απ' αυτου, συντριβον αυτον?
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.40 και παρεκαλεσα τους μαθητας σου δια να εκβαλωσιν αυτο, και δεν ηδυνηθησαν.
41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.41 Αποκριθεις δε ο Ιησους, ειπεν? Ω γενεα απιστος και διεστραμμενη, εως ποτε θελω εισθαι μεθ' υμων και θελω υπομενει υμας; φερε τον υιον σου εδω.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.42 Και ενω αυτος ετι προσηρχετο, ερριψεν αυτον κατω το δαιμονιον και κατεσπαραξεν? ο δε Ιησους επετιμησε το πνευμα το ακαθαρτον και ιατρευσε το παιδιον και απεδωκεν αυτο εις τον πατερα αυτου.
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.43 Εξεπληττοντο δε παντες επι την μεγαλειοτητα του Θεου. Και ενω παντες εθαυμαζον δια παντα οσα εκαμεν ο Ιησους, ειπε προς τους μαθητας αυτου?
44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.44 Βαλετε σεις εις τα ωτα σας τους λογους τουτους? διοτι ο Υιος του ανθρωπου μελλει να παραδοθη εις χειρας ανθρωπων.
45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.45 Εκεινοι ομως δεν ενοουν τον λογον τουτον, και ητο αποκεκρυμμενος απ' αυτων, δια να μη νοησωσιν αυτον, και εφοβουντο να ερωτησωσιν αυτον περι του λογου τουτου.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.46 Εισηλθε δε εις αυτους διαλογισμος, τις ταχα εξ αυτων ητο μεγαλητερος.
47 ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ47 Ο δε Ιησους, ιδων τον διαλογισμον της καρδιας αυτων, επιασε παιδιον και εστησεν αυτο πλησιον εαυτου
48 καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.48 και ειπε προς αυτους? Οστις δεχθη τουτο το παιδιον εις το ονομα μου, εμε δεχεται, και οστις δεχθη εμε, δεχεται τον αποστειλαντα με? διοτι ο υπαρχων μικροτερος μεταξυ παντων υμων ουτος θελει εισθαι μεγας.
49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν.49 Αποκριθεις δε ο Ιωαννης, ειπεν? Επιστατα, ειδομεν τινα εκβαλλοντα τα δαιμονια εν τω ονοματι σου, και ημποδισαμεν αυτον, διοτι δεν ακολουθει μεθ' ημων.
50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.50 Και ειπε προς αυτον ο Ιησους? Μη εμποδιζετε? διοτι οστις δεν ειναι καθ' ημων, ειναι υπερ ημων.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.51 Και οτε συνεπληρουντο αι ημεραι δια να αναληφθη, τοτε αυτος εκαμε στερεαν αποφασιν να υπαγη εις Ιερουσαλημ.
52 Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ·52 Και απεστειλεν εμπροσθεν αυτου μηνυτας, οιτινες πορευθεντες εισηλθον εις κωμην Σαμαρειτων, δια να καμωσιν ετοιμασιαν εις αυτον.
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.53 Και δεν εδεχθησαν αυτον, διοτι εφαινετο οτι επορευετο εις Ιερουσαλημ.
54 ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;54 Ιδοντες δε οι μαθηται αυτου Ιακωβος και Ιωαννης, ειπον? Κυριε, θελεις να ειπωμεν να καταβη πυρ απο του ουρανου και να αφανιση αυτους, καθως και ο Ηλιας εκαμε;
55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.55 Στραφεις δε επεπληξεν αυτους και ειπε? δεν εξευρετε ποιου πνευματος εισθε σεις?
56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.56 διοτι ο Υιος του ανθρωπου δεν ηλθε να απολεση ψυχας ανθρωπων, αλλα να σωση. Και υπηγον εις αλλην κωμην.
57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.57 Ενω δε επορευοντο, ειπε τις προς αυτον καθ' οδον? Θελω σε ακολουθησει οπου αν υπαγης, Κυριε.
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.58 Και ειπε προς αυτον ο Ιησους? Αι αλωπεκες εχουσι φωλεας και τα πετεινα του ουρανου κατοικιας, ο δε Υιος του ανθρωπου δεν εχει που να κλινη την κεφαλην.
59 Εἶπεν δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. ὁ δὲ εἶπεν· [κύριε,] ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.59 Ειπε δε προς αλλον? Ακολουθει μοι. Ο δε ειπε? Κυριε, συγχωρησον μοι να υπαγω πρωτον να θαψω τον πατερα μου.
60 εἶπεν δὲ αὐτῷ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.60 Και ο Ιησους ειπε προς αυτον? Αφες τους νεκρους να θαψωσι τους εαυτων νεκρους? συ δε απελθων κηρυττε την βασιλειαν του Θεου.
61 Εἶπεν δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.61 Ειπε δε και αλλος? θελω σε ακολουθησει, Κυριε? πρωτον ομως συγχωρησον μοι να αποχαιρετησω τους εις τον οικον μου.
62 εἶπεν δὲ [πρὸς αὐτὸν] ὁ Ἰησοῦς· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.62 Και ειπε προς αυτον ο Ιησους? Ουδεις βαλων την χειρα αυτου επι αροτρον και βλεπων εις τα οπισω ειναι αρμοδιος δια την βασιλειαν του Θεου.