1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν. | 1 Και ηλθον εις το περαν της θαλασσης εις την χωραν των Γαδαρηνων. |
2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, | 2 Και ως εξηλθεν εκ του πλοιου, ευθυς απηντησεν αυτον εκ των μνημειων ανθρωπος εχων πνευμα ακαθαρτον, |
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι | 3 οστις ειχε την κατοικιαν εν τοις μνημειοις, και ουδεις ηδυνατο να δεση αυτον ουδε με αλυσεις, |
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· | 4 διοτι πολλακις ειχε δεθη με ποδοδεσμα και με αλυσεις, και διεσπασθησαν υπ' αυτου αι αλυσεις και τα ποδοδεσμα συνετριφθησαν, και ουδεις ισχυε να δαμαση αυτον? |
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. | 5 και δια παντος νυκτα και ημεραν ητο εν τοις ορεσι και εν τοις μνημειοις, κραζων και κατακοπτων εαυτον με λιθους. |
6 Καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ | 6 Ιδων δε τον Ιησουν απο μακροθεν, εδραμε και προσεκυνησεν αυτον, |
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. | 7 και κραξας μετα φωνης μεγαλης ειπε? Τι ειναι μεταξυ εμου και σου, Ιησου, Υιε του Θεου του υψιστου; ορκιζω σε εις τον Θεον, μη με βασανισης. |
8 ἔλεγεν γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. | 8 Διοτι ελεγε προς αυτον? Εξελθε απο του ανθρωπου το πνευμα το ακαθαρτον. |
9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. | 9 Και ηρωτησεν αυτον? Τι ειναι το ονομα σου; Και απεκριθη λεγων? Λεγεων ειναι το ονομα μου, διοτι πολλοι ειμεθα. |
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. | 10 Και παρεκαλει αυτον πολλα να μη αποστειλη αυτους εξω της χωρας. |
11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· | 11 Ητο δε εκει προς τα ορη αγελη μεγαλη χοιρων βοσκομενη. |
12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. | 12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες, λεγοντες? Πεμψον ημας εις τους χοιρους, δια να εισελθωμεν εις αυτους. |
13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. | 13 Και ο Ιησους ευθυς επετρεψεν εις αυτους. Και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους? και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν? ησαν δε εως δυο χιλιαδες? και επνιγοντο εν τη θαλασση. |
14 Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονὸς | 14 Οι δε βοσκοντες τους χοιρους εφυγον και ανηγγειλαν εις την πολιν και εις τους αγρους? και εξηλθον δια να ιδωσι τι ειναι το γεγονος. |
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. | 15 Και ερχονται προς τον Ιησουν, και θεωρουσι τον δαιμονιζομενον, οστις ειχε τον λεγεωνα, καθημενον και ενδεδυμενον και σωφρονουντα, και εφοβηθησαν. |
16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. | 16 Και διηγηθησαν προς αυτους οι ιδοντες πως εγεινε το πραγμα εις τον δαιμονιζομενον, και περι των χοιρων. |
17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. | 17 Και ηρχισαν να παρακαλωσιν αυτον να αναχωρηση απο των οριων αυτων. |
18 Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ. | 18 Και οτε εισηλθεν εις το πλοιον, παρεκαλει αυτον ο δαιμονισθεις να ηναι μετ' αυτου. |
19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. | 19 Πλην ο Ιησους δεν αφηκεν αυτον, αλλα λεγει προς αυτον? Υπαγε εις τον οικον σου προς τους οικειους σου και αναγγειλον προς αυτους οσα ο Κυριος σοι εκαμε και σε ηλεησε. |
20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. | 20 Και ανεχωρησε και ηρχισε να κηρυττη εν τη Δεκαπολει οσα εκαμεν εις αυτον ο Ιησους, και παντες εθαυμαζον. |
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ [ἐν τῷ πλοίῳ] πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. | 21 Και αφου ο Ιησους διεπερασε παλιν εν τω πλοιω εις το περαν, συνηχθη προς αυτον οχλος πολυς, και ητο πλησιον της θαλασσης. |
22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ | 22 Και ιδου, ερχεται εις των αρχισυναγωγων, ονοματι Ιαειρος, και ιδων αυτον πιπτει προς τους ποδας αυτου |
23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. | 23 και παρεκαλει αυτον πολλα, λεγων οτι το θυγατριον μου πνεει τα λοισθια? να ελθης και να βαλης τας χειρας σου επ' αυτην, δια να σωθη και θελει ζησει. |
24 καὶ ἀπῆλθεν μετ’ αὐτοῦ. καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. | 24 Και υπηγε μετ' αυτου? και ηκολουθει αυτον οχλος πολυς, και συνεθλιβον αυτον. |
25 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη | 25 Και γυνη τις, εχουσα ρυσιν αιματος δωδεκα ετη |
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, | 26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα πασαν την περιουσιαν αυτης και μηδεν ωφεληθεισα, αλλα μαλλον εις το χειρον ελθουσα, |
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· | 27 ακουσασα περι του Ιησου, ηλθε μεταξυ του οχλου οπισθεν και ηγγισε το ιματιον αυτου? |
28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. | 28 διοτι ελεγεν οτι και αν τα ιματια αυτου εγγισω, θελω σωθη. |
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. | 29 Και ευθυς εξηρανθη η πηγη του αιματος αυτης, και ησθανθη εν τω σωματι αυτης οτι ιατρευθη απο της μαστιγος. |
30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· τίς μου ἥψατο τῶν ἱματίων; | 30 Και ευθυς ο Ιησους, νοησας εν εαυτω την δυναμιν την εξελθουσαν απ' αυτου, στραφεις εν τω οχλω ελεγε? Τις ηγγισε τα ιματια μου; |
31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις· τίς μου ἥψατο; | 31 Και ελεγον προς αυτον οι μαθηται αυτον? Βλεπεις τον οχλον συνθλιβοντα σε, και λεγεις τις μου ηγγισε; |
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. | 32 Και περιεβλεπε δια να ιδη την πραξασαν τουτο. |
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. | 33 Η δε γυνη, φοβηθεισα και τρεμουσα, επειδη ηξευρε τι εγεινεν επ' αυτην, ηλθε και προσεπεσεν εις αυτον και ειπε προς αυτον πασαν την αληθειαν. |
34 ὁ δὲ εἶπεν αὐτῇ· θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. | 34 Ο δε ειπε προς αυτην? Θυγατερ, η πιστις σου σε εσωσεν? υπαγε εις ειρηνην και εσο υγιης απο της μαστιγος σου. |
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; | 35 Ενω αυτος ελαλει ετι, ερχονται απο του αρχισυναγωγου, λεγοντες οτι η θυγατηρ σου απεθανε? τι πλεον ενοχλεις τον Διδασκαλον; |
36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε. | 36 Ο δε Ιησους, ευθυς οτε ηκουσε τον λογον λαλουμενον, λεγει προς τον αρχισυναγωγον? Μη φοβου, μονον πιστευε. |
37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. | 37 Και δεν αφηκεν ουδενα να ακολουθηση αυτον ειμη τον Πετρον και Ιακωβον και Ιωαννην τον αδελφον Ιακωβου. |
38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, | 38 Και ερχεται εις τον οικον του αρχισυναγωγου και βλεπει θορυβον, κλαιοντας και αλαλαζοντας πολλα, |
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. | 39 και εισελθων λεγει προς αυτους? Τι θορυβεισθε και κλαιετε; το παιδιον δεν απεθανεν, αλλα κοιμαται. |
40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον. | 40 Και κατεγελων αυτου. Ο δε, αφου εξεβαλεν απαντας, παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μεθ' εαυτου και εισερχεται οπου εκειτο το παιδιον, |
41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθα κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε. | 41 και πιασας την χειρα του παιδιου, λεγει προς αυτην? Ταλιθα, κουμι? το οποιον μεθερμηνευομενον ειναι, Κορασιον, σοι λεγω, σηκωθητι. |
42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [εὐθὺς] ἐκστάσει μεγάλῃ. | 42 Και ευθυς εσηκωθη το κορασιον και περιεπατει? διοτι ητο ετων δωδεκα. Και εξεπλαγησαν με εκπληξιν μεγαλην. |
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. | 43 Και παρηγγειλεν εις αυτους πολλα να μη μαθη μηδεις τουτο και ειπε να δοθη εις αυτην να φαγη. |