Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Vangelo secondo Marco - Mark 15


font
LXXNEW JERUSALEM
1 Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ.1 First thing in the morning, the chief priests, together with the elders and scribes and the rest of theSanhedrin, had their plan ready. They had Jesus bound and took him away and handed him over to Pilate.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις.2 Pilate put to him this question, 'Are you the king of the Jews?' He replied, 'It is you who say it.'
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.3 And the chief priests brought many accusations against him.
4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.4 Pilate questioned him again, 'Have you no reply at al ? See how many accusations they are bringingagainst you!'
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.5 But, to Pilate's surprise, Jesus made no further reply.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.6 At festival time Pilate used to release a prisoner for them, any one they asked for.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.7 Now a man called Barabbas was then in prison with the rebels who had committed murder during theuprising.
8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.8 When the crowd went up and began to ask Pilate the customary favour,
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;9 Pilate answered them, 'Do you want me to release for you the king of the Jews?'
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.10 For he realised it was out of jealousy that the chief priests had handed Jesus over.
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.11 The chief priests, however, had incited the crowd to demand that he should release Barabbas forthem instead.
12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· τί οὖν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν Ἰουδαίων;12 Then Pilate spoke again, 'But in that case, what am I to do with the man you call king of the Jews?'
13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.13 They shouted back, 'Crucify him!'
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν· σταύρωσον αὐτόν.14 Pilate asked them, 'What harm has he done?' But they shouted al the louder, 'Crucify him!'
15 Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.15 So Pilate, anxious to placate the crowd, released Barabbas for them and, after having Jesusscourged, he handed him over to be crucified.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.16 The soldiers led him away to the inner part of the palace, that is, the Praetorium, and cal ed thewhole cohort together.
17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·17 They dressed him up in purple, twisted some thorns into a crown and put it on him.
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·18 And they began saluting him, 'Hail, king of the Jews!'
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.19 They struck his head with a reed and spat on him; and they went down on their knees to do himhomage.
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ.
Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
20 And when they had finished making fun of him, they took off the purple and dressed him in his ownclothes. They led him out to crucify him.
21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.21 They enlisted a passer-by, Simon of Cyrene, father of Alexander and Rufus, who was coming in fromthe country, to carry his cross.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος.22 They brought Jesus to the place cal ed Golgotha, which means the place of the skul .
23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον· ὃς δὲ οὐκ ἔλαβεν.23 They offered him wine mixed with myrrh, but he refused it.
24 Καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.24 Then they crucified him, and shared out his clothing, casting lots to decide what each should get.
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.25 It was the third hour when they crucified him.
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη·
ὁ βασιλεὺς τῶν Ἰουδαίων.
26 The inscription giving the charge against him read, 'The King of the Jews'.
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.27 And they crucified two bandits with him, one on his right and one on his left.
28
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,29 The passers-by jeered at him; they shook their heads and said, 'Aha! So you would destroy theTemple and rebuild it in three days!
30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.30 Then save yourself; come down from the cross!'
31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·31 The chief priests and the scribes mocked him among themselves in the same way with the words,'He saved others, he cannot save himself.
32 ὁ χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.32 Let the Christ, the king of Israel, come down from the cross now, for us to see it and believe.' Eventhose who were crucified with him taunted him.
33 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.33 When the sixth hour came there was darkness over the whole land until the ninth hour.
34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ·
ελωι ελωι λεμα σαβαχθανι;
ὅ ἐστιν μεθερμηνευόμενον· ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με;
34 And at the ninth hour Jesus cried out in a loud voice, 'Eloi, eloi, lama sabachthani?' which means, 'MyGod, my God, why have you forsaken me?'
35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ.35 When some of those who stood by heard this, they said, 'Listen, he is cal ing on Elijah.'
36 δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.36 Someone ran and soaked a sponge in vinegar and, putting it on a reed, gave it to him to drink saying,'Wait! And see if Elijah wil come to take him down.'
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.37 But Jesus gave a loud cry and breathed his last.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω.38 And the veil of the Sanctuary was torn in two from top to bottom.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν· ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν.39 The centurion, who was standing in front of him, had seen how he had died, and he said, 'In truth thisman was Son of God.'
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,40 There were some women watching from a distance. Among them were Mary of Magdala, Mary whowas the mother of James the younger and Joset, and Salome.
41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.41 These used to follow him and look after him when he was in Galilee. And many other women werethere who had come up to Jerusalem with him.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ ὅ ἐστιν προσάββατον,42 It was now evening, and since it was Preparation Day -- that is, the day before the Sabbath-
43 ἐλθὼν Ἰωσὴφ [ὁ] ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.43 there came Joseph of Arimathaea, a prominent member of the Council, who himself lived in the hopeof seeing the kingdom of God, and he boldly went to Pilate and asked for the body of Jesus.
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·44 Pilate, astonished that he should have died so soon, summoned the centurion and enquired if he hadbeen dead for some time.
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ.45 Having been assured of this by the centurion, he granted the corpse to Joseph
46 Καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.46 who bought a shroud, took Jesus down from the cross, wrapped him in the shroud and laid him in atomb which had been hewn out of the rock. He then rol ed a stone against the entrance to the tomb.
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.47 Mary of Magdala and Mary the mother of Joset took note of where he was laid.