Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 6


font
LXXGREEK BIBLE
1 Προσέχετε [δὲ] τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.1 Προσεχετε να μη καμνητε την ελεημοσυνην σας εμπροσθεν των ανθρωπων δια να βλεπησθε υπ' αυτων? ει δε μη, δεν εχετε μισθον πλησιον του Πατρος σας του εν τοις ουρανοις.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.2 Οταν λοιπον καμνης ελεημοσυνην, μη σαλπισης εμπροσθεν σου, καθως καμνουσιν οι υποκριται εν ταις συναγωγαις και εν ταις οδοις, δια να δοξασθωσιν υπο των ανθρωπων? αληθως σας λεγω, εχουσιν ηδη τον μισθον αυτων.
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,3 Οταν δε συ καμνης ελεημοσυνην, ας μη γνωριση η αριστερα σου τι καμνει η δεξια σου,
4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.4 δια να ηναι η ελεημοσυνη σου εν τω κρυπτω, και ο Πατηρ σου ο βλεπων εν τω κρυπτω αυτος θελει σοι ανταποδωσει εν τω φανερω.
5 Καὶ ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.5 Και οταν προσευχησαι, μη εσο ως οι υποκριται, διοτι αγαπωσι να προσευχωνται ισταμενοι εν ταις συναγωγαις και εν ταις γωνιαις των πλατειων, δια να φανωσιν εις τους ανθρωπους? αληθως σας λεγω οτι εχουσιν ηδη τον μισθον αυτων.
6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.6 Συ ομως, οταν προσευχησαι, εισελθε εις το ταμειον σου, και κλεισας την θυραν σου προσευχηθητι εις τον Πατερα σου τον εν τω κρυπτω, και ο Πατηρ σου ο βλεπων εν τω κρυπτω θελει σοι ανταποδωσει εν τω φανερω.
7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.7 Οταν δε προσευχησθε, μη βαττολογησητε ως οι εθνικοι? διοτι νομιζουσιν οτι με την πολυλογιαν αυτων θελουσιν εισακουσθη.
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.8 Μη ομοιωθητε λοιπον με αυτους? διοτι εξευρει ο Πατηρ σας τινων εχετε χρειαν, πριν σεις ζητησητε παρ' αυτου.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·
ἁγιασθήτω τὸ ὄνομά σου·
9 Ουτω λοιπον προσευχεσθε σεις? Πατερ ημων ο εν τοις ουρανοις? αγιασθητω το ονομα σου?
10 ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·
10 ελθετω η βασιλεια σου? γενηθητω το θελημα σου, ως εν ουρανω, και επι της γης?
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·11 τον αρτον ημων τον επιουσιον δος εις ημας σημερον?
12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
12 και συγχωρησον εις ημας τας αμαρτιας ημων, καθως και ημεις συγχωρουμεν εις τους αμαρτανοντας εις ημας?
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
13 και μη φερης ημας εις πειρασμον, αλλα ελευθερωσον ημας απο του πονηρου. Διοτι σου ειναι η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας? αμην.
14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·14 Διοτι εαν συγχωρησητε εις τους ανθρωπους τα πταισματα αυτων, θελει συγχωρησει και εις εσας ο Πατηρ σας ο ουρανιος?
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.15 εαν ομως δεν συγχωρησητε εις τους ανθρωπους τα πταισματα αυτων, ουδε ο Πατηρ σας θελει συγχωρησει τα πταισματα σας.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.16 Και οταν νηστευητε, μη γινεσθε ως οι υποκριται σκυθρωποι? διοτι αφανιζουσι τα προσωπα αυτων, δια να φανωσιν εις τους ανθρωπους οτι νηστευουσιν? αληθως σας λεγω, οτι εχουσιν ηδη τον μισθον αυτων.
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,17 Συ ομως οταν νηστευης, αλειψον την κεφαλην σου και νιψον το προσωπον σου,
18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι.18 δια να μη φανης εις τους ανθρωπους οτι νηστευεις, αλλ' εις τον Πατερα σου τον εν τω κρυπτω, και ο Πατηρ σου ο βλεπων εν τω κρυπτω θελει σοι ανταποδωσει εν τω φανερω.
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·19 Μη θησαυριζετε εις εαυτους θησαυρους επι της γης, οπου σκωληξ και σκωρια αφανιζει και οπου κλεπται διατρυπουσι και κλεπτουσιν.
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·20 Αλλα θησαυριζετε εις εαυτους θησαυρους εν ουρανω, οπου ουτε σκωληξ ουτε σκωρια αφανιζει και οπου κλεπται δεν διατρυπουσιν ουδε κλεπτουσιν?
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.21 επειδη οπου ειναι ο θησαυρος σας, εκει θελει εισθαι και η καρδια σας.
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·22 Ο λυχνος του σωματος ειναι ο οφθαλμος? εαν λοιπον ο οφθαλμος σου ηναι καθαρος, ολον το σωμα σου θελει εισθαι φωτεινον?
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.23 εαν ομως ο οφθαλμος σου ηναι πονηρος, ολον το σωμα σου θελει εισθαι σκοτεινον. Εαν λοιπον το φως το εν σοι ηναι σκοτος, το σκοτος ποσον;
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.24 Ουδεις δυναται δυο κυριους να δουλευη? διοτι η τον ενα θελει μισησει και τον αλλον θελει αγαπησει, η εις τον ενα θελει προσκολληθη και τον αλλον θελει καταφρονησει. Δεν δυνασθε να δουλευητε Θεον και μαμμωνα.
25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε [ἢ τί πίητε], μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;25 Δια τουτο σας λεγω, μη μεριμνατε περι της ζωης σας τι να φαγητε και τι να πιητε, μηδε περι του σωματος σας τι να ενδυθητε? δεν ειναι η ζωη τιμιωτερον της τροφης και το σωμα του ενδυματος;
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;26 Εμβλεψατε εις τα πετεινα του ουρανου, οτι δεν σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εις αποθηκας, και ο Πατηρ σας ο ουρανιος τρεφει αυτα? σεις δεν εισθε πολυ ανωτεροι αυτων;
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;27 Αλλα τις απο σας μεριμνων δυναται να προσθεση μιαν πηχην εις το αναστημα αυτου;
28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·28 Και περι ενδυματος τι μεριμνατε; Παρατηρησατε τα κρινα του αγρου πως αυξανουσι? δεν κοπιαζουσιν ουδε κλωθουσι.
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.29 Σας λεγω ομως οτι ουδε ο Σολομων εν παση τη δοξη αυτου ενεδυθη ως εν τουτων.
30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;30 Αλλ' εαν τον χορτον του αγρου, οστις σημερον υπαρχει και αυριον ριπτεται εις κλιβανον, ο Θεος ενδυη ουτω, δεν θελει ενδυσει πολλω μαλλον εσας, ολιγοπιστοι;
31 Μὴ οὖν μεριμνήσητε λέγοντες· τί φάγωμεν; ἤ· τί πίωμεν; ἤ· τί περιβαλώμεθα;31 Μη μεριμνησητε λοιπον λεγοντες, Τι να φαγωμεν η τι να πιωμεν η τι να ενδυθωμεν;
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.32 Διοτι παντα ταυτα ζητουσιν οι εθνικοι? επειδη εξευρει ο Πατηρ σας ο ουρανιος οτι εχετε χρειαν παντων τουτων.
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν [τοῦ θεοῦ] καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.33 Αλλα ζητειτε πρωτον την βασιλειαν του Θεου και την δικαιοσυνην αυτου, και ταυτα παντα θελουσι σας προστεθη.
34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.34 Μη μεριμνησητε λοιπον περι της αυριον? διοτι η αυριον θελει μεριμνησει τα εαυτης? αρκετον ειναι εις την ημεραν το κακον αυτης.