1 Παυλος και Σιλουανος και Τιμοθεος προς την εκκλησιαν των Θεσσαλονικεων εν Θεω τω Πατρι ημων και Κυριω Ιησου Χριστω? | 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, |
2 χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου. | 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
3 Οφειλομεν να ευχαριστωμεν παντοτε τον Θεον δια σας, αδελφοι, καθως ειναι αξιον, διοτι υπεραυξανει η πιστις σας και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους, | 3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
4 ωστε ημεις αυτοι καυχωμεθα δια σας εν ταις εκκλησιαις του Θεου δια την υπομονην σας και πιστιν εν πασι τοις διωγμοις υμων και ταις θλιψεσι, τας οποιας υποφερετε, | 4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
5 το οποιον ειναι ενδειξις της δικαιας κρισεως του Θεου, δια να αξιωθητε της βασιλειας του Θεου, υπερ της οποιας και πασχετε, | 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
6 επειδη ειναι δικαιον ενωπιον του Θεου να ανταποδωση θλιψιν εις τους οσοι σας θλιβουσιν, | 6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν |
7 εις εσας δε τους θλιβομενους ανεσιν μεθ' ημων, οταν ο Κυριος Ιησους αποκαλυφθη απ' ουρανου μετα των αγγελων της δυναμεως αυτου | 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ |
8 εν πυρι φλογος, καμνων εκδικησιν εις τους μη γνωριζοντας Θεον και εις τους μη υπακουοντας εις το ευαγγελιον του Κυριου ημων Ιησου Χριστου, | 8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, |
9 οιτινες θελουσι τιμωρηθη με ολεθρον αιωνιον απο προσωπου του Κυριου και απο της δοξης της δυναμεως αυτου, | 9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
10 οταν ελθη να ενδοξασθη εν τοις αγιοις αυτου, και να θαυμασθη εν πασι τοις πιστευουσιν, επειδη σεις επιστευσατε εις την μαρτυριαν ημων, εν τη ημερα εκεινη. | 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
11 Δια το οποιον και προσευχομεθα παντοτε δια σας, δια να σας καταστηση ο Θεος ημων αξιους της κλησεως αυτου, και να εκπληρωση πασαν ευδοκιαν αγαθωσυνης και το εργον της πιστεως εν δυναμει, | 11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
12 δια να ενδοξασθη το ονομα του Κυριου ημων Ιησου Χριστου εν υμιν, και υμεις εν αυτω, κατα την χαριν του Θεου ημων και Κυριου Ιησου Χριστου. | 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |