Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera ai Romani - Romans 14


font
GREEK BIBLELXX
1 Τον δε ασθενουντα κατα την πιστιν προσδεχεσθε, ουχι εις φιλονεικιας διαλογισμων.1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
2 Αλλος μεν πιστευει οτι δυναται να τρωγη παντα, ο δε ασθενων τρωγει λαχανα.2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
3 Ο τρωγων ας μη καταφρονη τον μη τρωγοντα, και ο μη τρωγων ας μη κρινη τον τρωγοντα? διοτι ο Θεος προσεδεχθη αυτον.3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
4 Συ τις εισαι οστις κρινεις ξενον δουλον; εις τον ιδιον αυτου κυριον ισταται η πιπτει? θελει ομως σταθη, διοτι ο Θεος ειναι δυνατος να στηση αυτον.4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
5 Αλλος μεν κρινει μιαν ημεραν αγιωτεραν παρα αλλην ημεραν, αλλος δε κρινει ισην πασαν ημεραν. Ας ηναι εκαστος πεπληροφορημενος εις τον ιδιον αυτου νουν.5 Ὃς μὲν [γὰρ] κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
6 Ο παρατηρων την ημεραν παρατηρει αυτην δια τον Κυριον, και ο μη παρατηρων την ημεραν δια τον Κυριον δεν παρατηρει αυτην. Ο τρωγων δια τον Κυριον τρωγει? διοτι ευχαριστει εις τον Θεον. Και ο μη τρωγων δια τον Κυριον δεν τρωγει, και ευχαριστει εις τον Θεον.6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ.
7 Διοτι ουδεις εξ ημων ζη δι' εαυτον και ουδεις αποθνησκει δι' εαυτον.7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
8 Επειδη εαν τε ζωμεν, δια τον Κυριον ζωμεν? εαν τε αποθνησκωμεν, δια τον Κυριον αποθνησκομεν. Εαν τε λοιπον ζωμεν, εαν τε αποθνησκωμεν, του Κυριου ειμεθα.8 ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
9 Επειδη δια τουτο ο Χριστος και απεθανε και ανεστη και ανεζησε, δια να ηναι Κυριος και νεκρων και ζωντων.9 εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10 Συ δε δια τι κρινεις τον αδελφον σου; η και συ δια τι εξουθενεις τον αδελφον σου; επειδη παντες ημεις θελομεν παρασταθη εις το βημα του Χριστου.10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ,
11 Διοτι ειναι γεγραμμενον? Ζω εγω, λεγει Κυριος, οτι εις εμε θελει καμψει παν γονυ, και πασα γλωσσα θελει δοξολογησει τον Θεον.11 γέγραπται γάρ·
ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ
καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
12 Αρα λοιπον εκαστος ημων περι εαυτου θελει δωσει λογον εις τον Θεον.12 ἄρα [οὖν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει [τῷ θεῷ].
13 Λοιπον ας μη κρινωμεν πλεον αλληλους, αλλα τουτο κρινατε μαλλον, το να μη βαλλητε προσκομμα εις τον αδελφον η σκανδαλον.13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
14 Εξευρω και ειμαι πεπεισμενος εν Κυριω Ιησου οτι ουδεν υπαρχει ακαθαρτον αφ' εαυτου ειμη εις τον οστις στοχαζεται τι οτι ειναι ακαθαρτον, εις εκεινον ειναι ακαθαρτον.14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
15 Εαν ομως ο αδελφος σου λυπηται δια φαγητον, δεν περιπατεις πλεον κατα αγαπην? μη φερε εις απωλειαν με το φαγητον σου εκεινον, υπερ του οποιου ο Χριστος απεθανεν.15 εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
16 Ας μη βλασφημηται λοιπον το αγαθον σας.16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
17 Διοτι η βασιλεια του Θεου δεν ειναι βρωσις και ποσις, αλλα δικαιοσυνη και ειρηνη και χαρα εν Πνευματι Αγιω?17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
18 επειδη ο δουλευων εν τουτοις τον Χριστον ευαρεστει εις τον Θεον και ευδοκιμει παρα τοις ανθρωποις.18 ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
19 Αρα λοιπον ας ζητωμεν τα προς την ειρηνην και τα προς την οικοδομην αλληλων.19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
20 Μη καταστρεφε το εργον του Θεου δια φαγητον. Παντα μεν ειναι καθαρα, κακον ομως ειναι εις τον ανθρωπον οστις τρωγει με σκανδαλον.20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
21 Καλον ειναι το να μη φαγης κρεας μηδε να πιης οινον μηδε να πραξης τι, εις το οποιον ο αδελφος σου προσκοπτει η σκανδαλιζεται η ασθενει.21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.
22 Συ πιστιν εχεις; εχε αυτην εντος σου ενωπιον του Θεου? μακαριος οστις δεν κατακρινει εαυτον εις εκεινο, το οποιον αποδεχεται.22 σὺ πίστιν [ἣν] ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
23 Οστις ομως αμφιβαλλει, κατακρινεται, εαν φαγη, διοτι δεν τρωγει εκ πιστεως? και παν ο, τι δεν γινεται εκ πιστεως, ειναι αμαρτια.23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.