Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Atti degli Apostoli - Acts 3


font
GREEK BIBLELXX
1 Ανεβαινον δε ομου ο Πετρος και Ιωαννης εις το ιερον κατα την ωραν της προσευχης την εννατην.1 Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 Και ανθρωπος τις χωλος υπαρχων εκ κοιλιας μητρος αυτου εβασταζετο, τον οποιον εθετον καθ' ημεραν προς την θυραν του ιερου την λεγομενην Ωραιαν, δια να ζητη ελεημοσυνην παρα των εισερχομενων εις το ιερον?2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
3 ουτος ιδων τον Πετρον και Ιωαννην μελλοντας να εισελθωσιν εις το ιερον, εζητει να λαβη ελεημοσυνην.3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην λαβεῖν.
4 Ατενισας δε εις αυτον ο Πετρος μετα του Ιωαννου, ειπε? Βλεψον εις ημας.4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· βλέψον εἰς ἡμᾶς.
5 Και εκεινος εβλεπεν αυτους μετα προσοχης, προσμενων να λαβη τι παρ' αυτων.5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν.
6 Ο δε Πετρος ειπεν? Αργυριον και χρυσιον εγω δεν εχω? αλλ' ο, τι εχω, τουτο σοι διδω? εν τω ονοματι του Ιησου Χριστου του Ναζωραιου σηκωθητι και περιπατει.6 εἶπεν δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου [ἔγειρε καὶ] περιπάτει.
7 Και πιασας αυτον απο της δεξιας χειρος εσηκωσε? και παρευθυς εστερεωθησαν αι βασεις και τα σφυρα των ποδων αυτου,7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά,
8 και αναπηδησας εσταθη ορθιος και περιεπατει, και εισηλθε μετ' αυτων εις το ιερον περιπατων και πηδων και δοξαζων τον Θεον.8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
9 Και ειδεν αυτον πας ο λαος περιπατουντα και δοξαζοντα τον Θεον?9 καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν·
10 και εγνωριζον αυτον οτι ουτος ητο ο καθημενος δια ελεημοσυνην εις την Ωραιαν πυλην του ιερου, και επλησθησαν απο θαμβους και εκστασεως δια το γεγονος εις αυτον.10 ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Και ενω ο ιατρευθεις χωλος εκρατει τον Πετρον και Ιωαννην, συνεδραμε προς αυτους πας ο λαος εις την στοαν την λεγομενην Σολομωντος εκθαμβοι.11 Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12 Ιδων δε ο Πετρος, απεκριθη προς τον λαον? Ανδρες Ισραηλιται, τι θαυμαζετε δια τουτο, η τι ατενιζετε εις ημας, ως εαν εκαμομεν απο ιδιας ημων δυναμεως η ευσεβειας να περιπατη αυτος;12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
13 Ο Θεος του Αβρααμ και Ισαακ και Ιακωβ, ο Θεος των πατερων ημων, εδοξασε τον Υιον αυτου Ιησουν, τον οποιον σεις παρεδωκατε και ηρνηθητε αυτον ενωπιον του Πιλατου, ενω εκεινος εκρινε να απολυση αυτον.13 ὁ θεὸς Ἀβραὰμ καὶ [ὁ θεὸς] Ἰσαὰκ καὶ [ὁ θεὸς] Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
14 Σεις ομως τον αγιον και δικαιον ηρνηθητε, και εζητησατε ανδρα φονεα να χαρισθη εις εσας,14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 τον δε αρχηγον της ζωης εθανατωσατε, τον οποιον ο Θεος ανεστησεν εκ νεκρων, του οποιου ημεις ειμεθα μαρτυρες.15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 Και δια της εις το ονομα αυτου πιστεως τουτον, τον οποιον θεωρειτε και γνωριζετε, το ονομα αυτου εστερεωσε, και η πιστις η δι' αυτου εδωκεν εις αυτον την τελειαν ταυτην υγειαν ενωπιον παντων υμων.16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 Και τωρα, αδελφοι, εξευρω οτι επραξατε κατα αγνοιαν, καθως και οι αρχοντες σας?17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18 ο δε Θεος οσα προειπε δια στοματος παντων των προφητων αυτου οτι ο Χριστος εμελλε να παθη, εξεπληρωσεν ουτω.18 ὁ δὲ θεός, ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως.
19 Μετανοησατε λοιπον και επιστρεψατε, δια να εξαλειφθωσιν αι αμαρτιαι σας, δια να ελθωσι καιροι αναψυχης απο της παρουσιας του Κυριου,19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
20 και αποστειλη τον προκεκηρυγμενον εις εσας Ιησουν Χριστον,20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν,
21 τον οποιον πρεπει να δεχθη ο ουρανος μεχρι των καιρων της αποκαταστασεως παντων, οσα ελαλησεν ο Θεος απ' αιωνος δια στοματος παντων των αγιων αυτου προφητων.21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.
22 Διοτι ο Μωυσης ειπε προς τους πατερας Οτι Κυριος ο Θεος σας θελει αναστησει εις εσας προφητην εκ των αδελφων σας ως εμε? αυτου θελετε ακουει κατα παντα οσα αν λαληση προς εσας.22 Μωϋσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 Και πασα ψυχη, ητις δεν ακουση του προφητου εκεινου, θελει εξολοθρευθη εκ του λαου.23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 Και παντες δε οι προφηται απο Σαμουηλ και των καθεξης, οσοι ελαλησαν, προανηγγειλαν και τας ημερας ταυτας.24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
25 Σεις εισθε υιοι των προφητων και της διαθηκης, την οποιαν εκαμεν ο Θεος προς τους πατερας ημων, λεγων προς τον Αβρααμ? Και εν τω σπερματι σου θελουσιν ευλογηθη πασαι αι φυλαι της γης.25 ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου [ἐν]ευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 Προς εσας πρωτον ο Θεος αναστησας τον Υιον αυτου Ιησουν απεστειλεν αυτον δια να σας ευλογη οταν επιστρεφητε εκαστος απο των πονηριων υμων.26 ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.