ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 17
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | Biblija Hrvatski |
---|---|
1 μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν | 1 Veliki su i nedokučivi sudovi tvoji, zato lutaju duše nepoučljive. |
2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο | 2 Dok su mislili bezbožnici da imaju u vlasti sveti narod tvoj, postadoše sužnji tmine u okovima duge noći, zatvoreni pod svojim krovovima, prognanici vječne providnosti. |
3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι | 3 Mišljahu da će im se tajni grijesi skriti, pokriveni tamnim velom zaborava, a rasuše se u užasnu strahu, zaplašeni utvarama. |
4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν ἦχοι δ’ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο | 4 Ni skrovište u koje se povukoše nije ih sačuvalo od straha, nego se oko njih razlijegao grozan jek, ukazivahu im se kobne utvare, mračnih lica. |
5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα | 5 I nikakva im sila ognjena nije mogla svjetla pružiti, niti su sjajne plamene zvijezde mogle osvijetliti tu strašnu noć. |
6 διεφαίνετο δ’ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα | 6 Jedino im se ukazivaše neka lomača, sama od sebe upaljena, puna užasa; i kad bi ta prikaza iščezla, oni je, izvan sebe od straha, držahu strašnijom nego što bijaše. |
7 μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος | 7 Nemoćna bijahu njihova umijeća čarobnjačka i njihovo hvastanje razborom bijaše izvrgnuto ruglu. |
8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν 9καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι | 8 Jer oni koji prije obećavahu kako će istjerati strah i tjeskobu iz bolne duše, sami se razbolješe od straha smiješnoga. |
9 - | 9 Kad ih i nije ništa strahovito plašilo, bješe im na užas gmizanje životinja i šištanje zmija. Ginuli su od straha, ne usuđujući se pogledati ni u zrak kojem se ne može umaknuti. |
10 δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει | 10 Jer zloća je strašljivaca: vlastitim se svjedočanstvom osuđuje i uvijek zlo uvećava kad je stane savjest tištiti. |
11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων | 11 Jer strah i nije drugo nego izdaja pomagala što ih razum daje: |
12 ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας | 12 što se manje čovjek u sebi na njih oslanja, to mu teže pada što ne zna uzrok svojoj patnji. |
13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι | 13 I tako oni, one noći zaista nemoćne, izišle iz dubina podzemlja nemoćnog, usnuli istim snom, |
14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη | 14 bijahu progonjeni strašnim sablastima ili su smalaksali obamrle duše, jer ih napade iznenadan i neočekivan strah. |
15 εἶθ’ οὕτως ὃς δή ποτ’ οὖν ἦν ἐκεῖ καταπίπτων ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς | 15 I tako svaki, pavši gdje se našao, osta zatočen u tamnici bez prijevornica: |
16 εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ’ ἐρημίαν ἐργάτης μόχθων προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν | 16 i orač i pastir i radnik koji se samotan muči zaskočeni zapadoše u neminovnu nevolju, svi bijahu okovani jednim lancem tame. |
17 εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν | 17 I šumni vjetar, i milopojni ptičji glas među lisnim granama, i odmjeren huk vode što silovito protječe; i divlja buka pećinâ što se ruše, |
18 ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ παρέλυεν αὐτοὺς ἐκφοβοῦντα | 18 i nevidljiva trka životinja što skaču, i urlik ljutih divljih zvijeri, i jeka što se odbija od gorskih dolova – sve ih ispunjaše užasom. |
19 ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις | 19 A sav svijet blistao od sjajne svjetlosti i prepuštao se nesmetano svojim djelima. |
20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους | 20 Jedino se nad njima raskrilila teška noć, slika mraka koji će ih primiti; ali teži od same tame bijahu oni – teret sami sebi. |
21 - | |
22 ελεημοσυνη ανδρος ως σφραγις μετ' αυτου και χαριν ανθρωπου ως κορην συντηρησει | |
23 μετα ταυτα εξαναστησεται και ανταποδωσει αυτοις και το ανταποδομα αυτων εις κεφαλην αυτων αποδωσει | |
24 πλην μετανοουσιν εδωκεν επανοδον και παρεκαλεσεν εκλειποντας υπομονην | |
25 επιστρεφε επι κυριον και απολειπε αμαρτιας δεηθητι κατα προσωπον και σμικρυνον προσκομμα | |
26 επαναγε επι υψιστον και αποστρεφε απο αδικιας και σφοδρα μισησον βδελυγμα | |
27 υψιστω τις αινεσει εν αδου αντι ζωντων και διδοντων ανθομολογησιν | |
28 απο νεκρου ως μηδε οντος απολλυται εξομολογησις ζων και υγιης αινεσει τον κυριον | |
29 ως μεγαλη η ελεημοσυνη του κυριου και εξιλασμος τοις επιστρεφουσιν επ' αυτον | |
30 ου γαρ δυναται παντα ειναι εν ανθρωποις οτι ουκ αθανατος υιος ανθρωπου | |
31 τι φωτεινοτερον ηλιου και τουτο εκλειπει και πονηρον ενθυμηθησεται σαρξ και αιμα | |
32 δυναμιν υψους ουρανου αυτος επισκεπτεται και ανθρωποι παντες γη και σποδος |