| 1 Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν |
| 2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ |
| 3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας |
| 4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας |
| 5 ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας |
| 6 φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής |
| 7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς |
| 8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη |
| 9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ |
| 10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται |
| 11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν |
| 12 μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν |
| 13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων |
| 14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς |
| 15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν 16ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι |
| 16 πλησμονη σοφιας φοβεισθαι τον κυριον και μεθυσκει αυτους απο των καρπων αυτης |
| 17 παντα τον οικον αυτων εμπλησει επιθυμηματων και τα αποδοχεια απο των γενηματων αυτης |
| 18 στεφανος σοφιας φοβος κυριου αναθαλλων ειρηνην και υγιειαν ιασεως |
| 19 και ειδεν και εξηριθμησεν αυτην επιστημην και γνωσιν συνεσεως εξωμβρησεν και δοξαν κρατουντων αυτης ανυψωσεν |
| 20 ριζα σοφιας φοβεισθαι τον κυριον και οι κλαδοι αυτης μακροημερευσις |
| 21 - |
| 22 ου δυνησεται θυμος αδικος δικαιωθηναι η γαρ ροπη του θυμου αυτου πτωσις αυτω |
| 23 εως καιρου ανθεξεται μακροθυμος και υστερον αυτω αναδωσει ευφροσυνη |
| 24 εως καιρου κρυψει τους λογους αυτου και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου |
| 25 εν θησαυροις σοφιας παραβολαι επιστημης βδελυγμα δε αμαρτωλω θεοσεβεια |
| 26 επιθυμησας σοφιαν διατηρησον εντολας και κυριος χορηγησει σοι αυτην |
| 27 σοφια γαρ και παιδεια φοβος κυριου και η ευδοκια αυτου πιστις και πραοτης |
| 28 μη απειθησης φοβω κυριου και μη προσελθης αυτω εν καρδια δισση |
| 29 μη υποκριθης εν στομασιν ανθρωπων και εν τοις χειλεσιν σου προσεχε |
| 30 μη εξυψου σεαυτον ινα μη πεσης και επαγαγης τη ψυχη σου ατιμιαν και αποκαλυψει κυριος τα κρυπτα σου και εν μεσω συναγωγης καταβαλει σε οτι ου προσηλθες φοβω κυριου και η καρδια σου πληρης δολου |