Scrutatio

Martedi, 21 maggio 2024 - Santi Martiri Messicani (Cristoforo Magallanes Jara e 24 compagni) ( Letture di oggi)

Lettera di Giacomo - James 1


font
LXXGREEK BIBLE
1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.1 Ιακωβος, δουλος του Θεου και του Κυριου Ιησου Χριστου, προς τας δωδεκα φυλας τας διεσπαρμενας, χαιρειν.
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,2 Πασαν χαραν νομισατε, αδελφοι μου, οταν περιπεσητε εις διαφορους πειρασμους,
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν.3 γνωριζοντες οτι η δοκιμασια της πιστεως σας εργαζεται υπομονην.
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.4 Η δε υπομονη ας εχη εργον τελειον, δια να ησθε τελειοι και ολοκληροι, μη οντες εις μηδεν ελλιπεις.
5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.5 Εαν δε τις απο σας ηναι ελλιπης σοφιας, ας ζητη παρα του Θεου του διδοντος εις παντας πλουσιως και μη ονειδιζοντος, και θελει δοθη εις αυτον.
6 αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.6 Ας ζητη ομως μετα πιστεως, χωρις να δισταζη παντελως? διοτι ο δισταζων ομοιαζει με κυμα θαλασσης κινουμενον υπο ανεμων και συνταραττομενον.
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου,7 Διοτι ας μη νομιζη ο ανθρωπος εκεινος οτι θελει λαβει τι παρα του Κυριου.
8 ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.8 Ανθρωπος διγνωμος ειναι ακαταστατος εν πασαις ταις οδοις αυτου.
9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,9 Ας καυχαται δε ο αδελφος ο ταπεινος εις το υψος αυτου,
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.10 ο δε πλουσιος εις την ταπεινωσιν αυτου, επειδη ως ανθος χορτου θελει παρελθει.
11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.11 Διοτι ανετειλεν ο ηλιος με τον καυσωνα και εξηρανε τον χορτον, και το ανθος αυτου εξεπεσε, και το καλλος του προσωπου αυτου ηφανισθη? ουτω και ο πλουσιος θελει μαρανθη εν ταις οδοις αυτου.
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.12 Μακαριος ο ανθρωπος, οστις υπομενει πειρασμον? διοτι αφου δοκιμασθη, θελει λαβει τον στεφανον της ζωης, τον οποιον υπεσχεθη ο Κυριος εις τους αγαπωντας αυτον.
13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.13 Μηδεις πειραζομενος ας λεγη οτι απο του Θεου πειραζομαι? διοτι ο Θεος ειναι απειραστος κακων και αυτος ουδενα πειραζει.
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·14 Πειραζεται δε εκαστος υπο της ιδιας αυτου επιθυμιας, παρασυρομενος και δελεαζομενος.
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.15 Επειτα η επιθυμια αφου συλλαβη, γεννα την αμαρτιαν, η δε αμαρτια εκτελεσθεισα γεννα τον θανατον.
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.16 Μη πλανασθε, αδελφοι μου αγαπητοι.
17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.17 Πασα δοσις αγαθη και παν δωρημα τελειον ειναι ανωθεν καταβαινον απο του Πατρος των φωτων, εις τον οποιον δεν υπαρχει αλλοιωσις η σκια μεταβολης.
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.18 Εξ ιδιας αυτου θελησεως εγεννησεν ημας δια του λογου της αληθειας, δια να ημεθα ημεις απαρχη τις των κτισματων αυτου.
19 Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·19 Λοιπον, αδελφοι μου αγαπητοι, ας ειναι πας ανθρωπος ταχυς εις το να ακουη, βραδυς εις το να λαλη, βραδυς εις οργην?
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐ κατεργάζεται.20 διοτι η οργη του ανθρωπου δεν εργαζεται την δικαιοσυνην του Θεου.
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.21 Δια τουτο απορριψαντες πασαν ρυπαριαν και περισσειαν κακιας δεχθητε μετα πραοτητος τον εμφυτευθεντα λογον τον δυναμενον να σωση τας ψυχας σας.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.22 Γινεσθε δε εκτελεσται του λογου και μη μονον ακροαται, απατωντες εαυτους.
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·23 Διοτι εαν τις ηναι ακροατης του λογου και ουχι εκτελεστης, ουτος ομοιαζει με ανθρωπον, οστις θεωρει το φυσικον αυτου προσωπον εν κατοπτρω?
24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.24 διοτι εθεωρησεν εαυτον και ανεχωρησε, και ευθυς ελησμονησεν οποιος ητο.
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.25 Οστις ομως εγκυψη εις τον τελειον νομον της ελευθεριας και επιμεινη εις αυτον, ουτος γενομενος ουχι ακροατης επιλησμων, αλλ' εκτελεστης εργου, ουτος θελει εισθαι μακαριος εις την εκτελεσιν αυτου.
26 Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.26 Εαν τις μεταξυ σας νομιζη οτι ειναι θρησκος, και δεν χαλινονη την γλωσσαν αυτου αλλ' απατα την καρδιαν αυτου, τουτου η θρησκεια ειναι ματαια.
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.27 Θρησκεια καθαρα και αμιαντος ενωπιον του Θεου και Πατρος ειναι αυτη, να επισκεπτηται τους ορφανους και τας χηρας εν τη θλιψει αυτων, και να φυλαττη εαυτον αμολυντον απο του κοσμου.