Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 7


font
LXXGREEK BIBLE
1 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,1 Διοτι ουτος ο Μελχισεδεκ, βασιλευς Σαλημ, ιερευς του Θεου του Υψιστου, οστις συνηντησε τον Αβρααμ επιστρεφοντα απο της καταστροφης των βασιλεων και ηυλογησεν αυτον,
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,2 εις ον ο Αβρααμ εχωρισε και δεκατον απο παντων των λαφυρων, οστις πρωτον μεν ερμηνευεται βασιλευς δικαιοσυνης, επειτα δε βασιλευς Σαλημ, το οποιον ειναι βασιλευς ειρηνης,
3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.3 απατωρ, αμητωρ, αγενεαλογητος, μη εχων μητε αρχην ημερων μητε τελος ζωης, αλλ' αφωμοιωμενος με τον Υιον του Θεου, μενει ιερευς παντοτε.
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ [καὶ] δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.4 Στοχασθητε δε ποσον μεγας ητο ουτος, εις ον ο Αβρααμ ο πατριαρχης εδωκε και δεκατον εκ των λαφυρων.
5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·5 Και οσοι μεν εκ των υιων του Λευι λαμβανουσι την ιερατειαν, εχουσιν εντολην να αποδεκατονωσι τον λαον κατα τον νομον, τουτεστι τους αδελφους αυτων, καιτοι εξελθοντας εκ της οσφυος του Αβρααμ?
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραὰμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.6 εκεινος δε οστις δεν εγενεαλογειτο εξ αυτων, εδεκατωσε τον Αβρααμ, και ηυλογησε τον εχοντα τας επαγγελιας?
7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.7 χωρις δε τινος αντιλογιας το μικροτερον ευλογειται υπο του μεγαλητερου.
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.8 Και εδω μεν θνητοι ανθρωποι λαμβανουσι δεκατα, εκει δε λαμβανει ο μαρτυρουμενος οτι ζη.
9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται·9 Και δια να ειπω ουτω, δια του Αβρααμ και ο Λευι, οστις ελαμβανε δεκατα, απεδεκατωθη.
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.10 Διοτι εν τη οσφυι του πατρος αυτου ητο ετι, οτε συνηντησεν αυτον ο Μελχισεδεκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;11 Εαν λοιπον η τελειοτης υπηρχε δια Λευιτικης ιερωσυνης? διοτι ο λαος επ' αυτης ελαβε τον νομον? τις χρεια πλεον να εγερθη αλλος ιερευς κατα την ταξιν Μελχισεδεχ, και ουχι να λεγηται κατα την ταξιν Ααρων;
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.12 Διοτι μετατιθεμενης της ιερωσυνης, εξ αναγκης και νομου μεταθεσις γινεται.
13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·13 Επειδη εκεινος, περι του οποιου λεγονται ταυτα, αλλης φυλης μετειχεν, εξ ης ουδεις επλησιασεν εις το θυσιαστηριον.
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.14 Επειδη ειναι προδηλον οτι εξ Ιουδα ανετειλεν ο Κυριος ημων, εις την οποιαν φυλην ο Μωυσης ουδεν περι ιερωσυνης ελαλησε.
15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,15 Και περισσοτερον ετι καταδηλον ειναι, διοτι κατα την ομοιοτητα του Μελχισεδεκ εγειρεται αλλος ιερευς,
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.16 οστις δεν εγεινε κατα νομον σαρκικης εντολης αλλα κατα δυναμιν ζωης ατελευτητου?
17 μαρτυρεῖται γὰρ ὅτι
σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
17 διοτι μαρτυρει λεγων οτι Συ εισαι ιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ.
18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές –18 Διοτι αθετησις μεν γινεται της προηγουμενης εντολης δια το ασθενες και ανωφελες αυτης?
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος – ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.19 επειδη ο νομος ουδεν εφερεν εις το τελειον, εγεινε δε επεισαγωγη ελπιδος καλητερας, δια της οποιας πλησιαζομεν εις τον Θεον.
20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,20 Και καθ' οσον δεν εγεινεν ιερευς χωρις ορκωμοσιας?
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν·
ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται·
σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.
21 διοτι εκεινοι εγειναν ιερεις χωρις ορκωμοσιας, ουτος δε μετα ορκωμοσιας δια του λεγοντος προς αυτον? Ωμοσε Κυριος, και δεν θελει μεταμεληθη? Συ εισαι ιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ?
22 κατὰ τοσοῦτο [καὶ] κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.22 κατα τοσουτον ανωτερας διαθηκης εγγυητης εγεινεν ο Ιησους.
23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·23 Και εκεινοι μεν εγειναν πολλοι ιερεις, επειδη ημποδιζοντο υπο του θανατου να παραμενωσιν?
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·24 εκεινος ομως, επειδη μενει εις τον αιωνα, εχει αμεταθετον την ιερωσυνην?
25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.25 οθεν δυναται και να σωζη εντελως τους προσερχομενους εις τον Θεον δι' αυτου, ζων παντοτε δια να μεσιτευση υπερ αυτων.
26 Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος ἄκακος ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,26 Διοτι τοιουτος αρχιερευς επρεπεν εις ημας, οσιος, ακακος, αμιαντος, κεχωρισμενος απο των αμαρτωλων και υψηλοτερος των ουρανων γενομενος,
27 ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.27 οστις δεν εχει καθ' ημεραν αναγκην, ως οι αρχιερεις να προσφερη προτερον θυσιας υπερ των ιδιων αυτου αμαρτιων, επειτα υπερ των του λαου? διοτι απαξ εκαμε τουτο, οτε προσεφερεν εαυτον.
28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.28 Διοτι ο νομος καθιστα αρχιερεις ανθρωπους εχοντας αδυναμιαν? ο λογος ομως της ορκωμοσιας της μετα τον νομον κατεστησε τον Υιον, οστις ειναι τετελειωμενος εις τον αιωνα.