Lettera agli Ebrei - Hebrews 11
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | GREEK BIBLE |
---|---|
1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. | 1 Ειναι δε η πιστις ελπιζομενων πεποιθησις, βεβαιωσις πραγματων μη βλεπομενων. |
2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. | 2 Διοτι δια ταυτης ελαβον καλην μαρτυριαν οι πρεσβυτεροι. |
3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. | 3 Δια πιστεως εννοουμεν οτι οι αιωνες εκτιθησαν με τον λογον του Θεου, ωστε τα βλεπομενα δεν εγειναν εκ φαινομενων. |
4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. | 4 Δια πιστεως ο Αβελ προσεφερε προς τον Θεον καλητεραν θυσιαν παρα τον Καιν, δια της οποιας εμαρτυρηθη οτι ητο δικαιος, επειδη ο Θεος εδωκε μαρτυριαν περι των δωρων αυτου, και δι ' αυτης καιτοι αποθανων ετι λαλει. |
5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός. πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ· | 5 Δια πιστεως μετετεθη ο Ενωχ, δια να μη ιδη θανατον, και δεν ευρισκετο, διοτι μετεθεσεν αυτον ο Θεος? επειδη προ της μεταθεσεως αυτου εμαρτυρηθη οτι ευηρεστησεν εις τον Θεον? |
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. | 6 χωρις δε πιστεως αδυνατον ειναι να ευαρεστηση τις εις αυτον? διοτι ο προσερχομενος εις τον Θεον πρεπει να πιστευη οτι ειναι και γινεται μισθαποδοτης εις τους εκζητουντας αυτον. |
7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. | 7 Δια πιστεως ο Νωε, ειδοποιηθεις θεοθεν περι των μη βλεπομενων ετι, εφοβηθη και κατεσκευασε κιβωτον προς σωτηριαν του οικου αυτου, δι' ης κατεκρινε τον κοσμον και εγεινε κληρονομος της δια πιστεως δικαιοσυνης. |
8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. | 8 Δια πιστεως υπηκουσεν ο Αβρααμ, οτε εκαλειτο να εξελθη εις τον τοπον τον οποιον εμελλε να λαβη εις κληρονομιαν, και εξηλθε μη εξευρων που υπαγει. |
9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· | 9 Δια πιστεως παρωκησεν εις την γην της επαγγελιας ως ξενην, κατοικησας εν σκηναις μετα Ισαακ και Ιακωβ των συγκληρονομων της αυτης επαγγελιας? |
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. | 10 διοτι περιεμενε την πολιν την εχουσαν τα θεμελια, της οποιας τεχνιτης και δημιουργος ειναι ο Θεος. |
11 Πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. | 11 Δια πιστεως και αυτη η Σαρρα ελαβε δυναμιν εις το να συλλαβη σπερμα και παρα καιρον ηλικιας εγεννησεν, επειδη εστοχασθη πιστον τον υποσχεθεντα. |
12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. | 12 Δια τουτο και εξ ενος, μαλιστα νενεκρωμενου, εγεννηθησαν καθως τα αστρα του ουρανου κατα το πληθος, και ως η αμμος η παρα το χειλος της θαλασσης, ητις δεν δυναται να αριθμηθη. |
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. | 13 Εν πιστει απεθανον ουτοι παντες, μη λαβοντες τας επαγγελιας, αλλα μακροθεν ιδοντες αυτας και πεισθεντες και εγκολπωθεντες και ομολογησαντες οτι ειναι ξενοι και παρεπιδημοι επι της γης. |
14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. | 14 Διοτι οι λεγοντες τοιαυτα δεικνυουσιν οτι ζητουσι πατριδα. |
15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· | 15 Και εαν μεν ενεθυμουντο εκεινην, εξ ης εξηλθον, ηθελον ευρει καιρον να επιστρεψωσι? |
16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. | 16 τωρα ομως επιθυμουσι καλητεραν, τουτεστιν επουρανιον. Δια τουτο ο Θεος δεν επαισχυνεται αυτους να λεγηται Θεος αυτων, διοτι ητοιμασε δι' αυτους πολιν. |
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, | 17 Δια πιστεως ο Αβρααμ, οτε εδοκιμαζετο, προσεφερε τον Ισαακ, και τον μονογενη αυτου προσεφερεν εκεινος οστις ανεδεχθη τας επαγγελιας, |
18 πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, | 18 προς τον οποιον ελαληθη οτι εν Ισαακ θελει κληθη εις σε σπερμα, |
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. | 19 συλλογισθεις οτι ο Θεος δυναται και εκ νεκρων να ανεγειρη? εξ ων και ελαβεν αυτον οπισω παραβολικως. |
20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. | 20 Δια πιστεως ο Ισαακ ηυλογησε τον Ιακωβ και τον Ησαυ περι των μελλοντων. |
21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. | 21 Δια πιστεως ο Ιακωβ αποθνησκων ηυλογησεν εκαστον των υιων του Ιωσηφ και προσεκυνησεν επιστηριζομενος επι το ακρον της ραβδου αυτου. |
22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. | 22 Δια πιστεως ο Ιωσηφ αποθνησκων προανηγγειλε περι της εξοδου των υιων Ισραηλ και παρηγγειλε περι των οστεων αυτου. |
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. | 23 Δια πιστεως ο Μωυσης, αφου εγεννηθη, εκρυφθη τρεις μηνας υπο των γονεων αυτου, διοτι ειδον κεχαριτωμενον το παιδιον, και δεν εφοβηθησαν το διαταγμα του βασιλεως. |
24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, | 24 Δια πιστεως ο Μωυσης, αφου εμεγαλωσεν, ηρνηθη να λεγηται υιος της θυγατρος του Φαραω, |
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, | 25 προκρινας μαλλον να κακουχηται με τον λαον του Θεου παρα να εχη προσκαιρον απολαυσιν αμαρτιας, |
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. | 26 κρινας τον υπερ του Χριστου ονειδισμον μεγαλητερον πλουτον παρα τους εν Αιγυπτω θησαυρους? διοτι απεβλεπεν εις την μισθαποδοσιαν. |
27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. | 27 Δια πιστεως αφηκε την Αιγυπτον, μη φοβηθεις τον θυμον του βασιλεως? διοτι ως βλεπων τον αορατον ενεκαρτερησε. |
28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. | 28 Δια πιστεως εκαμε το πασχα και την προσχυσιν του αιματος, δια να μη εγγιση αυτους ο εξολοθρευων τα πρωτοτοκα. |
29 Πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. | 29 Δια πιστεως διεβησαν την Ερυθραν θαλασσαν ως δια ξηρας, την οποιαν δοκιμασαντες οι Αιγυπτιοι κατεποντισθησαν. |
30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. | 30 Δια πιστεως επεσον τα τειχη της Ιεριχω, αφου εκυκλωθησαν επι επτα ημερας. |
31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης. | 31 Δια πιστεως η πορνη Ρααβ δεν συναπωλεσθη με τους απειθησαντας, δεχθεισα τους κατασκοπους με ειρηνην. |
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, | 32 Και τι ετι να λεγω; Διοτι θελει με λειψει ο καιρος διηγουμενον περι Γεδεων, Βαρακ τε και Σαμψων και Ιεφθαε, Δαβιδ τε και Σαμουηλ και των προφητων, |
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, | 33 οιτινες δια της πιστεως κατεπολεμησαν βασιλειας, ειργασθησαν δικαιοσυνην, επετυχον τας επαγγελιας, εφραξαν στοματα λεοντων, |
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. | 34 εσβεσαν δυναμιν πυρος, εφυγον στοματα μαχαιρας, ενεδυναμωθησαν απο ασθενειας, εγειναν ισχυροι εν πολεμω, ετρεψαν εις φυγην στρατευματα αλλοτριων. |
35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· | 35 Ελαβον γυναικες τους νεκρους αυτων αναστηθεντας? αλλοι δε εβασανισθησαν, μη δεχθεντες την απολυτρωσιν, δια να αξιωθωσι καλητερας αναστασεως? |
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· | 36 αλλοι δε εδοκιμασαν εμπαιγμους και μαστιγας, ετι δε και δεσμα και φυλακην? |
37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, | 37 ελιθοβοληθησαν, επριονισθησαν, επειρασθησαν, με σφαγην μαχαιρας απεθανον, περιεπλανηθησαν με δερματα προβατων, με δερματα αιγων? υστερουμενοι, θλιβομενοι, κακουχουμενοι, |
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. | 38 των οποιων δεν ητο αξιος ο κοσμος, πλανωμενοι εν ερημιαις και ορεσι και σπηλαιοις και ταις τρυπαις της γης. |
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, | 39 Και ουτοι παντες αν και ελαβον καλην μαρτυριαν δια της πιστεως, δεν απηλαυσαν την επαγγελιαν, |
40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. | 40 διοτι ο Θεος προεβλεψε καλυτερον τι περι ημων, δια να μη λαβωσι την τελειοτητα χωρις ημων. |