Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera a Filemone - Philemon 1


font
LXXGREEK BIBLE
1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν1 Παυλος, δεσμιος του Ιησου Χριστου, και Τιμοθεος ο αδελφος, προς Φιλημονα τον αγαπητον και συνεργον ημων
2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ,2 και την Απφιαν την αγαπητην και Αρχιππον τον συστρατιωτην ημων και την κατ' οικον σου εκκλησιαν?
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.3 χαρις ειη υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου.
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,4 Ευχαριστω τον Θεον μου και μνημονευω σε παντοτε εν ταις προσευχαις μου,
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,5 ακουων την αγαπην σου και την πιστιν, την οποιαν εχεις προς τον Κυριον Ιησουν και εις παντας τους αγιους,
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν.6 δια να γεινη η κοινωνια της πιστεως σου ενεργος δια της φανερωσεως παντος καλου του εν υμιν εις Χριστον Ιησουν.
7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.7 Διοτι χαραν πολλην εχομεν και παρηγοριαν δια την αγαπην σου, επειδη τα σπλαγχνα των αγιων ανεπαυθησαν δια σου, αδελφε.
8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον8 Οθεν, αν και εχω εν Χριστω πολλην παρρησιαν να επιταττω εις σε το πρεπον,
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ·9 ομως δια την αγαπην μαλλον σε παρακαλω, τοιουτος ων ως Παυλος ο γερων, τωρα δε και δεσμιος του Ιησου Χριστου,
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,10 σε παρακαλω υπερ του τεκνου μου, τον οποιον εγεννησα εν τοις δεσμοις μου, υπερ του Ονησιμου,
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὔχρηστον,11 οστις ητο ποτε αχρηστος εις σε, τωρα δε εις σε και εις εμε ειναι χρησιμος,
12 ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα·12 τον οποιον πεμπω οπισω. Συ δε αυτον, τουτεστι τα σπλαγχνα μου, δεχθητι?
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,13 τον οποιον εγω ηθελον να κρατω πλησιον μου, δια να με υπηρετη αντι σου εν τοις δεσμοις του ευαγγελιου?
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.14 χωρις ομως της γνωμης σου δεν ηθελησα να καμω ουδεν, δια να μη ηναι το αγαθον σου ως κατ' αναγκην, αλλ' εκουσιως.
15 Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,15 Διοτι ισως δια τουτο εχωρισθη προς ωραν, δια να απολαβης αυτον διαπαντος,
16 οὐκέτι ὡς δοῦλον ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.16 ουχι πλεον ως δουλον, αλλ' υπερ δουλον, αδελφον αγαπητον, μαλιστα εις εμε, ποσω δε μαλλον εις σε και κατα σαρκα και εν Κυριω.
17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.17 Εαν λοιπον εχης εμε κοινωνον, δεχθητι αυτον ως εμε.
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.18 Και εαν σε ηδικησεν εις τι η χρεωστη, λογαριαζε τουτο εις εμε?
19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.19 εγω ο Παυλος εγραψα με την χειρα μου, εγω θελω πληρωσει? δια να μη σοι λεγω οτι και σεαυτον ετι μοι χρεωστεις.
20 ναὶ ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.20 Ναι, αδελφε, ειθε να λαβω εγω ταυτην την χαριν παρα σου εν Κυριω? αναπαυσον μου τα σπλαγχνα εν Κυριω.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.21 Πεποιθως εις την υπακοην σου εγραψα προς σε, εξευρων οτι και πλειοτερον αφ' ο, τι λεγω θελεις καμει.
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.22 Ενταυτω δε ετοιμαζε μοι και καταλυμα? επειδη ελπιζω οτι δια των προσευχων σας θελω χαρισθη εις εσας.
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,23 Ασπαζονται σε Επαφρας ο συναιχμαλωτος μου εν Χριστω Ιησου,
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.24 Μαρκος, Αρισταρχος, Δημας, Λουκας, οι συνεργοι μου.
25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.25 Η χαρις του Κυριου ημων Ιησου Χριστου ειη μετα του πνευματος υμων. Αμην.