1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | 1 Now the Spirit manifestly saith, that in the last times some shall depart from the faith, giving heed to spirits of error, and doctrines of devils, |
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | 2 Speaking lies in hypocrisy, and having their conscience seared, |
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. | 3 Forbidding to marry, to abstain from meats, which God hath created to be received with thanksgiving by the faithful, and by them that have known the truth. |
4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· | 4 For every creature of God is good, and nothing to be rejected that is received with thanksgiving: |
5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | 5 For it is sanctified by the word of God and prayer. |
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | 6 These things proposing to the brethren, thou shalt be a good minister of Christ Jesus, nourished up in the words of faith, and of the good doctrine which thou hast attained unto. |
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | 7 But avoid foolish and old wives' fables: and exercise thyself unto godliness. |
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | 8 For bodily exercise is profitable to little: but godliness is profitable to all things, having promise of the life that now is, and of that which is to come. |
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | 9 A faithful saying and worthy of all acceptation. |
10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν. | 10 For therefore we labor and are reviled, because we hope in the living God, who is the Saviour of all men, especially of the faithful. |
11 Παράγγελλε ταῦτα καὶ δίδασκε. | 11 These things command and teach. |
12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. | 12 Let no man despise thy youth: but be thou an example of the faithful in word, in conversation, in charity, in faith, in chastity. |
13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | 13 Till I come, attend unto reading, to exhortation, and to doctrine. |
14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | 14 Neglect not the grace that is in thee, which was given thee by prophesy, with imposition of the hands of the priesthood. |
15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | 15 Meditate upon these things, be wholly in these things: that thy profiting may be manifest to all. |
16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | 16 Take heed to thyself and to doctrine: be earnest in them. For in doing this thou shalt both save thyself and them that hear thee. |