1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, | 1 Concerning times and seasons, brothers, you have no need for anything to be written to you. |
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. | 2 For you yourselves know very well that the day of the Lord will come like a thief at night. |
3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. | 3 When people are saying, "Peace and security," then sudden disaster comes upon them, like labor pains upon a pregnant woman,and they will not escape. |
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· | 4 But you, brothers, are not in darkness, for that day to overtake you like a thief. |
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· | 5 For all of you are children of the light and children of the day. We are not of the night or of darkness. |
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. | 6 Therefore, let us not sleep as the rest do, but let us stay alert and sober. |
7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· | 7 Those who sleep go to sleep at night, and those who are drunk get drunk at night. |
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· | 8 But since we are of the day, let us be sober, putting on the breastplate of faith and love and the helmet that is hope for salvation. |
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | 9 For God did not destine us for wrath, but to gain salvation through our Lord Jesus Christ, |
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. | 10 who died for us, so that whether we are awake or asleep we may live together with him. |
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. | 11 Therefore, encourage one another and build one another up, as indeed you do. |
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς | 12 We ask you, brothers, to respect those who are laboring among you and who are over you in the Lord and who admonish you, |
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. | 13 and to show esteem for them with special love on account of their work. Be at peace among yourselves. |
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. | 14 We urge you, brothers, admonish the idle, cheer the fainthearted, support the weak, be patient with all. |
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας. | 15 See that no one returns evil for evil; rather, always seek what is good (both) for each other and for all. |
16 Πάντοτε χαίρετε, | 16 Rejoice always. |
17 ἀδιαλείπτως προσεύχεσθε, | 17 Pray without ceasing. |
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. | 18 In all circumstances give thanks, for this is the will of God for you in Christ Jesus. |
19 τὸ πνεῦμα μὴ σβέννυτε, | 19 Do not quench the Spirit. |
20 προφητείας μὴ ἐξουθενεῖτε, | 20 Do not despise prophetic utterances. |
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, | 21 Test everything; retain what is good. |
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. | 22 Refrain from every kind of evil. |
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. | 23 May the God of peace himself make you perfectly holy and may you entirely, spirit, soul, and body, be preserved blameless for the coming of our Lord Jesus Christ. |
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. | 24 The one who calls you is faithful, and he will also accomplish it. |
25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν. | 25 Brothers, pray for us (too). |
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. | 26 Greet all the brothers with a holy kiss. |
27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. | 27 I adjure you by the Lord that this letter be read to all the brothers. |
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. | 28 The grace of our Lord Jesus Christ be with you. |