Scrutatio

Martedi, 21 maggio 2024 - Santi Martiri Messicani (Cristoforo Magallanes Jara e 24 compagni) ( Letture di oggi)

Lettera ai Filippesi - Philippians 2


font
LXXGREEK BIBLE
1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,1 Εαν λοιπον υπαρχη τις παρηγορια εν Χριστω η τις παραμυθια αγαπης, η τις κοινωνια Πνευματος η σπλαγχνα τινα και οικτιρμοι,
2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,2 καμετε πληρη την χαραν μου, να φρονητε το αυτο, εχοντες την αυτην αγαπην, οντες ομοψυχοι και ομοφρονες,
3 μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,3 μη πραττοντες μηδεν εξ αντιζηλιας η κενοδοξιας, αλλ' εν ταπεινοφροσυνη θεωρουντες αλληλους υπερεχοντας εαυτων.
4 μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ [καὶ] τὰ ἑτέρων ἕκαστοι.4 Μη αποβλεπετε εκαστος τα εαυτου, αλλ' εκαστος και τα των αλλων.
5 Τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,5 Το αυτο δε φρονημα εστω εν υμιν, το οποιον ητο και εν τω Χριστω Ιησου,
6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων
οὐχ ἁρπαγμὸν ἡγήσατο
τὸ εἶναι ἴσα θεῷ,
6 οστις εν μορφη Θεου υπαρχων, δεν ενομισεν αρπαγην το να ηναι ισα με τον Θεον,
7 ἀλλ’ ἑαυτὸν ἐκένωσεν
μορφὴν δούλου λαβών,
ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
7 αλλ' εαυτον εκενωσε λαβων δουλου μορφην, γενομενος ομοιος με τους ανθρωπους,
8 ἐταπείνωσεν ἑαυτὸν
γενόμενος ὑπήκοος μέχρι θανάτου,
θανάτου δὲ σταυροῦ.
8 και ευρεθεις κατα το σχημα ως ανθρωπος, εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου, θανατου δε σταυρου.
9 διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν
καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα
τὸ ὑπὲρ πᾶν ὄνομα,
9 Δια τουτο και ο Θεος υπερυψωσεν αυτον και εχαρισεν εις αυτον ονομα το υπερ παν ονομα,
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ
πᾶν γόνυ κάμψῃ
ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
10 δια να κλινη εις το ονομα του Ιησου παν γονυ επουρανιων και επιγειων και καταχθονιων,
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι
κύριος Ἰησοῦς Χριστὸς
εἰς δόξαν θεοῦ πατρός.
11 και πασα γλωσσα να ομολογηση οτι ο Ιησους Χριστος ειναι Κυριος εις δοξαν Θεου Πατρος.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·12 Ωστε, αγαπητοι μου, καθως παντοτε υπηκουσατε, ουχι ως εν τη παρουσια μου μονον, αλλα τωρα πολυ περισσοτερον εν τη απουσια μου, μετα φοβου και τρομου εργαζεσθε την εαυτων σωτηριαν?
13 θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.13 διοτι ο Θεος ειναι ο ενεργων εν υμιν και το θελειν και το ενεργειν κατα την ευδοκιαν αυτου.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,14 Πραττετε τα παντα χωρις γογγυσμων και αμφισβητησεων,
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,15 δια να γινησθε αμεμπτοι και ακεραιοι, τεκνα Θεου αμωμητα εν μεσω γενεας σκολιας και διεστραμμενης, μεταξυ των οποιων λαμπετε ως φωστηρες εν τω κοσμω,
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.16 κρατουντες τον λογον της ζωης, δια καυχημα μου εν τη ημερα του Χριστου, οτι δεν ετρεξα εις ματην ουδε εις ματην εκοπιασα.
17 Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·17 Αλλ' εαν και προσφερω εμαυτον σπονδην επι της θυσιας και λειτουργιας της πιστεως σας, χαιρω και συγχαιρω μετα παντων υμων?
18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.18 ωσαυτως δε και σεις χαιρετε και συγχαιρετε μετ' εμου.
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.19 Ελπιζω δε επι τον Κυριον Ιησουν να πεμψω προς εσας ταχεως τον Τιμοθεον, δια να ευφραινωμαι και εγω μαθων την καταστασιν σας?
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·20 διοτι δεν εχω ουδενα ισοψυχον, οστις να μεριμνηση γνησιως περι της καταστασεως σας?
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.21 επειδη παντες ζητουσι τα εαυτων, ουχι τα του Ιησου Χριστου?
22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.22 γνωριζετε δε την δοκιμασιαν αυτου, οτι ως τεκνον μετα του πατρος εδουλευσε μετ' εμου εις το ευαγγελιον.
23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·23 Τουτον λοιπον ελπιζω να πεμψω ευθυς, καθως ιδω το τελος των υποθεσεων μου?
24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.24 πεποιθα δε επι τον Κυριον οτι και εγω θελω ελθει ταχεως.
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,25 Εστοχασθην ομως αναγκαιον να πεμψω προς εσας τον Επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου, απεσταλμενον δε απο σας και υπηρετησαντα εις την χρειαν μου,
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν.26 επειδη επεποθει ολους εσας και ελυπειτο, διοτι ηκουσατε οτι ησθενησε.
27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλ’ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.27 Και τωοντι ησθενησε μεχρι θανατου? αλλ' ο Θεος ηλεησεν αυτον, ουχι δε αυτον μονον, αλλα και εμε, δια να μη λαβω λυπην επι λυπην.
28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.28 Οθεν επεμψα αυτον μετα περισσοτερας σπουδης, δια να χαρητε ιδοντες αυτον παλιν, και εγω να εχω ολιγωτεραν λυπην.
29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,29 Δεχθητε λοιπον αυτον εν Κυριω μετα πασης χαρας και τιματε τους τοιουτους,
30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.30 επειδη δια το εργον του Χριστου επλησιασε μεχρι θανατου, καταφρονησας την ζωην αυτου, δια να αναπληρωση την ελλειψιν υμων της εις εμε υπηρεσιας.