Scrutatio

Venerdi, 10 maggio 2024 - San Giobbe ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 3


font
LXXGREEK BIBLE
1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν;1 Αρχιζομεν παλιν να συνιστωμεν εαυτους; η μηπως εχομεν χρειαν, καθως τινες, συστατικων επιστολων προς εσας η συστατικων απο σας;
2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,2 Σεις εισθε η επιστολη ημων, εγγεγραμμενη εν ταις καρδιαις ημων, γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων,
3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.3 και φανερονεσθε οτι εισθε επιστολη Χριστου, γενομενη δια της διακονιας ημων, εγγεγραμμενη ουχι με μελανην, αλλα με το Πνευμα του Θεου του ζωντος, ουχι εις πλακας λιθινας, αλλ' εις πλακας σαρκινας της καρδιας.
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.4 Τοιαυτην δε πεποιθησιν εχομεν δια του Χριστου προς τον Θεον.
5 οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,5 Ουχι διοτι ειμεθα ικανοι αφ' εαυτων να νοησωμεν τι ως εξ ημων αυτων, αλλ' ικανοτης ημων ειναι εκ του Θεου,
6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.6 οστις και εκαμεν ημας ικανους να ημεθα διακονοι της καινης διαθηκης, ουχι του γραμματος, αλλα του πνευματος? διοτι το γραμμα θανατονει, το δε πνευμα ζωοποιει.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,7 Αλλ' εαν η διακονια του θανατου η εν γραμμασιν εντετυπωμενη εις λιθους εγεινεν ενδοξος, ωστε οι υιοι Ισραηλ δεν ηδυναντο να ενατενισωσιν εις το προσωπον του Μωυσεως δια την δοξαν του προσωπου αυτου την μελλουσαν να καταργηθη,
8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;8 πως η διακονια του Πνευματος δεν θελει εισθαι μαλλον ενδοξος;
9 εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.9 διοτι αν η διακονια της κατακρισεως ηναι δοξα, πολλω μαλλον η διακονια της δικαιοσυνης υπερεχει κατα την δοξαν.
10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.10 Διοτι ουδε εδοξασθη εν τουτω τω μερει το δεδοξασμενον ενεκεν της υπερβαλλουσης δοξης.
11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.11 Επειδη εαν το μελλον να καταργηθη ητο ενδοξον, πολλω μαλλον το μενον ειναι ενδοξον.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα12 Εχοντες λοιπον τοιαυτην ελπιδα πολλην παρρησιαν μεταχειριζομεθα,
13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.13 και ουχι καθως ο Μωυσης εβαλλε καλυμμα επι το προσωπον αυτου δια να μη ατενισωσιν οι υιοι Ισραηλ εις το τελος του μελλοντος να καταργηθη.
14 ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται·14 Αλλ' ετυφλωθησαν αι διανοιαι αυτων. Διοτι εως της σημερον το αυτο καλυμμα μενει εν τη αναγνωσει της παλαιας διαθηκης, μη ανακαλυπτομενον, επειδη καταργειται δια του Χριστου,
15 ἀλλ’ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·15 αλλ' εως σημερον, οταν αναγινωσκηται ο Μωυσης, καλυμμα κειται επι της καρδιας αυτων?
16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.16 οταν ομως επιστρεψη προς τον Κυριον, θελει αφαιρεθη το καλυμμα.
17 ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐλευθερία.17 Ο δε Κυριος ειναι το Πνευμα? και οπου ειναι το Πνευμα του Κυριου, εκει ελευθερια.
18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος.18 ημεις δε παντες βλεποντες ως εν κατοπτρω την δοξαν του Κυριου με ανακεκαλυμμενον προσωπον, μεταμορφουμεθα εις την αυτην εικονα απο δοξης εις δοξαν, καθως απο του Πνευματος του Κυριου.