Scrutatio

Giovedi, 16 maggio 2024 - San Simone Stock ( Letture di oggi)

Prima lettera ai Corinzi - 1 Corinthians 9


font
LXXGREEK BIBLE
1 Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;1 Δεν ειμαι αποστολος; δεν ειμαι ελευθερος; δεν ειδον τον Ιησουν Χριστον τον Κυριον ημων; δεν εισθε σεις το εργον μου εν Κυριω;
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.2 Αν δεν ημαι εις αλλους αποστολος, αλλ' εις εσας τουλαχιστον ειμαι? διοτι η σφραγις της αποστολης μου σεις εισθε εν Κυριω.
3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη.3 Η απολογια μου εις τους ανακρινοντας με ειναι αυτη?
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν;4 μη δεν εχομεν εξουσιαν να φαγωμεν και να πιωμεν;
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;5 μη δεν εχομεν εξουσιαν να συμπεριφερωμεν αδελφην γυναικα, ως και οι λοιποι αποστολοι και οι αδελφοι του Κυριου και ο Κηφας;
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;6 η μονος εγω και ο Βαρναβας δεν εχομεν εξουσιαν να μη εργαζωμεθα;
7 Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;7 Τις ποτε εκστρατευει με ιδια αυτου εξοδα; Τις φυτευει αμπελωνα και δεν τρωγει εκ του καρπου αυτου; η τις ποιμαινει ποιμνιον και δεν τρωγει εκ του γαλακτος του ποιμνιου;
8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;8 Μηπως κατα ανθρωπον λαλω ταυτα; η δεν λεγει ταυτα και ο νομος;
9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ9 διοτι εν τω νομω του Μωυσεως ειναι γεγραμμενον? Δεν θελεις εμφραξει το στομα βοος αλωνιζοντος. Μηπως μελει τον Θεον περι των βοων;
10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.10 η δι' ημας βεβαιως λεγει τουτο; διοτι δι' ημας εγραφη, οτι ο αροτριων με ελπιδα πρεπει να αροτρια, και ο αλωνιζων με ελπιδα να μετεχη της ελπιδος αυτου.
11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;11 Εαν ημεις εσπειραμεν εις εσας τα πνευματικα, μεγα ειναι εαν ημεις θερισωμεν τα σαρκικα σας;
12 Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.12 Εαν αλλοι μετεχωσι της εφ' υμας εξουσιας, δεν πρεπει μαλλον ημεις; Αλλα δεν μετεχειρισθημεν την εξουσιαν ταυτην, αλλ' υποφερομεν παντα, δια να μη προξενησωμεν εμποδιον τι εις το ευαγγελιον του Χριστου.
13 Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι [τὰ] ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;13 Δεν εξευρετε οτι οι εργαζομενοι τα ιερα εκ του ιερου τρωγουσιν, οι ενασχολουμενοι εις το θυσιαστηριον μετα του θυσιαστηριου λαμβανουσι μεριδιον;
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.14 Ουτω και ο Κυριος διεταξεν, οι κηρυττοντες το ευαγγελιον να ζωσιν εκ του ευαγγελιου.
15 Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ – τὸ καύχημά μου οὐδεὶς κενώσει.15 Πλην εγω ουδεν τουτων μετεχειρισθην. Ουδε εγραψα ταυτα δια να γεινη ουτως εις εμε? διοτι καλον ειναι εις εμε να αποθανω μαλλον παρα να ματαιωση τις το καυχημα μου.
16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι.16 Διοτι εαν κηρυττω το ευαγγελιον, δεν ειναι εις εμε καυχημα? επειδη αναγκη επικειται εις εμε? ουαι δε ειναι εις εμε εαν δεν κηρυττω?
17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι·17 επειδη εαν καμνω τουτο εκουσιως, εχω μισθον? εαν δε ακουσιως, ειμαι εμπεπιστευμενος οικονομιαν.
18 τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.18 Τις λοιπον ειναι ο μισθος μου; το να καμω αδαπανον το ευαγγελιον του Χριστου δια της κηρυξεως μου, ωστε να μη καμνω καταχρησιν της εξουσιας μου εν τω ευαγγελιω.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·19 Διοτι ελευθερος ων παντων εις παντας εδουλωσα εμαυτον, δια να κερδησω τους πλειοτερους?
20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·20 και εγεινα εις τους Ιουδαιους ως Ιουδαιος, δια να κερδησω τους Ιουδαιους? εις τους υπο νομον ως υπο νομον, δια να κερδησω τους υπο νομον?
21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους·21 εις τους ανομους ως ανομος, μη ων ανομος εις τον Θεον, αλλ' εννομος εις τον Χριστον, δια να κερδησω ανομους?
22 ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.22 εγεινα εις τους ασθενεις ως ασθενης, δια να κερδησω τους ασθενεις? εις παντας εγεινα τα παντα, δια να σωσω παντι τροπω τινας.
23 πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.23 Καμνω δε τουτο δια το ευαγγελιον, δια να γεινω συγκοινωνος αυτου.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.24 Δεν εξευρετε οτι οι τρεχοντες εν τω σταδιω παντες μεν τρεχουσιν, εις ομως λαμβανει το βραβειον; ουτω τρεχετε, ωστε να λαβητε αυτο.
25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.25 Πας δε ο αγωνιζομενος εις παντα εγκρατευεται, εκεινοι μεν δια να λαβωσι φθαρτον στεφανον, ημεις δε αφθαρτον.
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·26 Εγω λοιπον ουτω τρεχω, ουχι ως αβεβαιως, ουτω πυγμαχω, ουχι ως κτυπων τον αερα,
27 ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.27 αλλα δαμαζω το σωμα μου και δουλαγωγω, μηπως εις αλλους κηρυξας εγω γεινω αδοκιμος.